Type 2802
(formerly typ/898)

Ἡ βίβλος ἥδε τῶν θεοφράστων λόγων
κιρνᾶ κρατῆρα τοῖς βροτοῖς θείων λόγων
τυφλοὺς σοφίζει καὶ χαρίζεται βλέπειν
κόραις νοητῶν ὀμμάτων τῆς καρδίας
χωλοὺς ἐγείρει, καὶ δρόμον σωτηρίας
τρέχειν διδάσκει καὶ καταλύειν ἄνω
οὗ δεῖ μάλιστα προστρέχειν ἐχεφρόνως
Ἐπεὶ δὲ ταῦτα προξενεῖ τοῖς ἐν βίῳ
πειθώμεθα πρὶν ἡκέναι πικρὸν τέλος
χωρίζον ἡμᾶς κοσμικῆς συναυλίας
εἰς πῦρ πρόπεμπον, ὢ μεγίστης ζημίας
ψυχῆς γὰρ οἴμοι ζημιούμεθα, φίλοι.
Editorial status Not a critical text
Genre(s) Scribe-related epigram
Metre(s) Dodecasyllable
Tag(s)
Bibliography
Number of verses 12
Occurrence(s)
Identification
Permalink https://www.dbbe.ugent.be/types/2802
Last modified: 2019-04-09.