Occurrence 16929
(formerly occ/37)

ἡ δαυϊτικὴ τῶν μελισμάτων χάρις
τῶν πνευ(ματι)κῶν ἀσμάτων ἡ τερπνότης
πασῶν πέφυκε τῶν γραφῶν ἡδυτάτη
λυσιτελῶς τε θυμαρὴς καὶ θελξίνους
ἅμα μὲν ἱστορεῖ γὰρ εὖ τὰ τῶν πάλαι
ἅμα δὲ καὶ προρρήσεων θείων γέμει
βυθὸν προφαίνει τῶν ἀκραιφνῶν δογμάτων
θεηγοροῦσα τὰς φρένας καλῶς τρέφει
θυμὸν μαλάσσει, τὰς ὀρέξεις ἀμβλύνει
εὐχῆς διδάσκει καὶ μετανοίας τρόπους
πενθεῖν ἀσιτεῖν ἀγρυπνεῖν, τρύχειν δέμας
καὶ πᾶν τὸ σῶζον πρακτικῶς ὑπογράφει
διπλῆν προφάσκει τὴν ἔλευσιν τοῦ λόγου
πῆ μὲν προσιτὴν ὡς βροτοῖς ἡνωμένου
πράως προσηνῶς, πῆ δὲ φρικωδεστάτην
καὶ πυρπολοῦσαν δυσμενεῖς ἄρδην πέριξ.
ἀλλʹ ὦ προφήτα καὶ βασιλεῦ καὶ τόκου
καὶ νοῦ προπάτορ ὡς ἔχων παρρησίαν
λιτὴν κινοίης πρὸς τὸν ἐκ σῆς ὀσφύος
σ(ωτῆ)ρα χ(ριστὸ)ν τὸν δότην τῶν λωιόνων
κἀμοὶ γενέσθαι βρωτὸν ἡδὺ καὶ πόμα
ῥύψιν τε νύκτωρ δεμνίων ἄσης πλέων
καθημερινὸν ἀγνὸν ἐκ ψυχῆς δάκρυ
καὶ θρῆνον οἰκτρὸν καὶ στεναγμὸν βυσσόθεν
ὡς ἂν διʹ αὐτῶν σὺν θῶι τὰς κηλίδας
σμήξας, κάμινον τῶν παθῶν ἀποσβέσω
καὶ λήξεως τύχοιμι τῶν σεσωσμένων
τάλας πενιχρὸς οἰκτρὸς ηὐτελισμένος
φαῦλος πιναρὸς καρδίαν ἐστιγμένος
μάρκος ταπεινὸς ἔσχατος μονοτρόπ(ων)
Type(s) [4036] Ἡ δαυιτικὴ τῶν μελισμάτων χάρις (30 verses)
Text source R. Stefec 2011, Anmerkungen zu weiteren Epigrammen in epigraphischer Auszeichnungsmajuskel, Byzantion, 81, 326-361: 343-344
Text status Text completely known
Date 1078
Manuscript OXFORD - Bodleian Library - Clarke 15 [1078]
Place in Manuscript f. 5v-7r
Person(s)
Patron
Markos (11th c.) (monachos)
Palaeographical information Written in epigraphic majuscule.
Metre(s) Dodecasyllable
Genre(s) Text-related epigram
Subject(s)
Bibliography
Number of verses 30
Related occurrence(s)
Acknowledgements
Permalink https://www.dbbe.ugent.be/occurrences/16929
Last modified: 2020-11-24.