Occurrence 24561
(formerly occ/8524)

Ἡ δαυϊτικὴ τῶν μελισμάτων χάρις,
τῶν πνευματικῶν ᾀσμάτων ἡ τερπνότης
πασῶν πέφυκε τῶν γραφῶν ἡδυτάτη,
λυσιτελῶς θυμήρης καὶ θελξίνους·
ἅμα μὲν ἱστορεῖ γὰρ εὖ τὰ τῶν πάλαι,
ἅμα δὲ καὶ προρρήσεων θείων γέμει,
βυθὸν προφαίνει τῶν ἀκραιφνῶν δογμάτων,
θεηγοροῦσα τὰς φρένας καλῶς τρέφει,
θυμὸν μαλάσσει, τὰς ὀρέξεις ἀμβλύνει,
εὐχῆς διδάσκει καὶ μετανοίας τρόπους,
πενθεῖν, ἀσιτεῖν, ἀγρυπνεῖν, τρύχειν δέμας
καὶ πᾶν τὸ σῶζον πρακτικῶς ὑπογράφει.
Διπλῆν προφάσκει τὴν ἔλευσιν τοῦ λόγου·
πῆ μὲν προσιτὴν ὡς βροτοῖς ἡνωμένου
πράως προσηνῶς, πῆ δὲ φρικωδεστάτην
καὶ πυρπολοῦσαν δυσμενεῖς ἄρδην πέριξ.
ἀλλʹ ὦ προφήτα καὶ βασιλεῦ, καὶ τόκου
καινοῦ προπάτορ, ὡς ἔχων παρρησίαν,
λιτὴν κινοίης πρὸς τὸν ἐκ σῆς ὀσφύος
σωτῆρα Χριστόν, τὸν δότην τῶν λῳόνων
κἀμοὶ γενέσθαι βρωτὸν ἡδὺ καὶ πόμα,
ῥύψιν τε νύκτωρ δεμνίων ἄσης πλέων,
καθημερινὸν ἀγνὸν ἐκ ψυχῆς δάκρυ
καὶ θρῆνον οἰκτρὸν καὶ στεναγμὸν βυσσόθεν,
ὡς ἂν διʹ αὐτῶν σὺν Θεῷ τὰς κηλέδας
σμήξας, κάμινον τῶν παθῶν ἀποσβέσω
καὶ λήξεως τύχοιμι τῶν σεσωσμένων
τάλας πενιχρός, οἰκτηροί εὐτελισμένος,
φαῦλος πενιχρός, καρδίαν ἐστιγμένος
Type(s) [4036] Ἡ δαυιτικὴ τῶν μελισμάτων χάρις (30 verses)
Text source G. Parpulov, 2014, Toward a History of Byzantine Psalters, Plovdiv: 231-232
Text status Text completely known
Date 14th c.
Manuscript ATHENS - Ethnike Bibliotheke tes Hellados 16 [14th c.]
Place in Manuscript f. 6v-7v
Metre(s) Dodecasyllable
Genre(s) Text-related epigram
Subject(s)
Number of verses 29
Related occurrence(s) [16929] ἡ δαυϊτικὴ τῶν μελισμάτων χάρις
OXFORD - Bodleian Library - Clarke 15 (f. 5v-7r)
(30 verses) (29/29)
Acknowledgements
Creator(s)
Contributor(s)
Permalink https://www.dbbe.ugent.be/occurrences/24561
Last modified: 2020-11-13.