Occurrence 16928
(formerly occ/36)

στίχοι ἡρωϊκοὶ εἰς τὸ ψαλτήριον
 
δέρκεο πᾶς σοφίης πολυήρατον ὄλβον ἐχούσης
βένθος ἐς ἄντα ἰδὼν ἐρικυδέος οἴμης κεδνῆς
δα(υὶ)δ γὰρ μελίγηρυν ἔχειτ᾽ ἐροέσσαν ἀοιδὴν
θελξίνοον πραπίδεσιν ἴδʹ οὔασι δώτορ’ ἐάων
οὐδὲ γὰρ ἕν τι κέκευθεν ὀνήσιμον ἔνδοθι μοῦνον
ἀλλὰ νύτʹ αἰολόμητιν ἀνοίγνυσι κάρτατον οἶμον
πρῶτα γὰρ ἱστορίη πινυτὸν νόον ἔργμασι φαίνει
ἤν ἐθέλης πολύιδριν ἔχειν νόον ἱστοριάων
αὐτὰρ ἔπειτʹ ὀφέλει ἐνὶ ἤθεσι πᾶσιν ἐρωήν
ἴσκει πάντα ἐόντα τάτʹ ἐσσόμενα πρό τʹ ἐόντα
τόσσον ἄρʹ ἔπλετʹ ὄνειαρ ἐνὶ βροτέηισι γενέθληις
ἀλλὰ κύδιστε μέγιστε μεγασθενὲς ἄφθιτε σῶτερ
αὐτὸς ἄρʹ ἡγεμόνευε τεῶι θεράποντί γε μάρκωι
ἀτρεκέος βιότοιο κατὰ στίβον ὡς ἀγορεύει
πυκτίδος εὐφραδέως ἱερὸν μέλος ἐκ σέθεν αἴγλης
δαυίδου πινυτῆ τι θεηγορίηισιν ἀρίστου
αὐτὰρ δʹ ἀμφιέποντα δίδου περικαλλέα δῶρα
οὐ(ρα)νὸν ἀστερόεντα καὶ ὄλβιον ἄμβροτον αὖθις
χῶρον ἀριπρεπέα ξυνὸν οἷς ἐσάωσας ἐόντα:‒
Type(s) [5638] Δέρκεο πᾶς σοφίης πολυήρατον ὄλβον ἐχούσης (19 verses)
Text source R. Stefec 2011, Anmerkungen zu weiteren Epigrammen in epigraphischer Auszeichnungsmajuskel, Byzantion, 81, 326-361: 340-341
Text status Text completely known
Date 1078
Manuscript OXFORD - Bodleian Library - Clarke 15 [1078]
Place in Manuscript f. 3r-5r
Person(s)
Patron
Markos (11th c.) (monachos)
Palaeographical information Written in 'epigraphic distinctive majuscule'.
Metre(s) Dactylic hexameter
Genre(s)
Subject(s)
Image source(s) Lake II, plate 110
Bibliography
Number of verses 19
Acknowledgements

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/16928
Last modified: 2021-04-12.