Occurrence 16927
(formerly occ/35)

τὸ μὲν δὴ οὖν ψαλμὸς δα(βὶ)δ γενικῶς εἰρημένον˙
ἐν ἄλλοις δὲ ψαλμὸς δα(βὶ)δ δοτικῶς λελεγμένον˙
ἔχει τινὰ διαστολὴν ἣν ἐφερμηνευτέον˙
ὅπου μὲν γὰρ ψαλμὸς δα(βὶ)δ γενικῶς προεγράφη,
αὐτὸς ἐκεῖνος ὁ δα(βὶ)δ συγγραφεὺς παρεισῆκται.
ὅπου δὲ κεῖται δοτικῶς ἄλλος μὲν ὁ συγγράψας˙
ἀνήνεκται δὲ τῷ δα(βὶ)δ ὥσπερ ἀνάθημά τι:–
Πρὸς τούτοις μάθε τι δηλοῖ ἡ τῶν διαψαλμάτων f. 1v
φωνὴ κειμένη τῶν ψαλμῶν ἐνίως καὶ πολλάκις˙
ἔστι δὲ τὸ διάψαλμα μεταβολή τις μέλους˙
ἐν γὰρ ὀργάνοις μουσικοῖς τῶν ψαλμῶν λεγομένων
πολλάκις μεταβάλλονται εἰς ῥυθμοὺς διαφόρους˙
ὡς ἐν χορδῆ ὡς ἐν φωνῆ τῶν μελῶν αἱ συνθέσεις.
ἢ νοῆσον διάψαλμα μεταβολὴν προσώπου˙
μελωδουμένου γὰρ ψαλμοῦ πρός τινος χοροψάλτου,
ἕτερος ὑπεδέχετο τούτου τὴν ἁρμονίαν. f. 2r
ἢ διάψαλμʹ ὠνόμασται τὸ διάλειμμα τάχα;
γρηγόριος δʹ ὁ νυσαεὺς ἄλλην αἰτίαν λέγει˙
ὡς ἄνωθεν τοῦ πν(εύματο)ς ἀεὶ χορηγουμένου
τοῖς τοὺς ψαλμοὺς συγγράψασι πρὸς δὲ καῖ μελωδοῦσι
ἐγίνετό τις ἔλλαμψις κρείττων καὶ θειοτέρα,
πρὸς ἣν ὁ μύστης ἵστατο ὥσπερ ἐκπεπληγμένος˙
ταύτην τοίνυν τὴν μεταξὺ τῶν μεμουσουργημένων
ἢ τομὴν ἢ διάλειμμα ἢ μέλους ἡσυχίαν f. 2v
ὁ λόγος κατωνόμασε διάψαλμα πανσόφως.
οἱ [..]ὲ σὲλ ἐπιγράφουσιν ἀντὶ διαψαλμάτων˙
ἑβραϊκὴ δʹ ἡ συλλαβὴ. Δηλοῖ δʹ ἀειλογίαν˙
δηλοῖ δὲ τὰς τοῦ πνεύματος ἀειρρύτους ἐλλάμψεις˙
κἂν γὰρ μικρὸν ἐπέπαυτο τῷ ψαλμωδῷ τὸ μέλος,
ἀλλʹ ἡ πν(ευματι)κὴ φθογγὴ ἦν ἀεὶ φωνουμένη.
Type(s) [5640] Τὸ μὲν δὴ οὖν ψαλμὸς Δαβὶδ γενικῶς εἰρημένον (30 verses)
Text source T. Gaisford, 1812, Catalogus sive notitia manusciptorum qui a cel. E.D. Clarke compariti in Bibliotheca Bodleiana adversantur (vol. 1), Oxford: 57-58
Text status Text completely known
Date 1078
Manuscript OXFORD - Bodleian Library - Clarke 15 [1078]
Place in Manuscript f. 1r-2v
Metre(s) Decapentasyllable
Genre(s) Text-related epigram
Subject(s)
Comment = Michael Psellos, Poem 1, vv. 262-291.
Bibliography
Number of verses 30
Acknowledgements

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/16927
Last modified: 2021-04-12.