Type 6101
(formerly typ/4085)
Οἱ μέλλοντες ᾄδειν ἐν τῷδε <τῷ> βιβλίῳ | |
εὐχὴν ἀπονέμεται τῶν πάντων λύτην | |
ὅπως ἵλεως κἀμοῦ τοῦ τάλανος ὡφθείη· | |
καὶ μὴ μέμφεσθαι διὰ τὴν ἀμαθίαν· | |
τὸ δημοκοπούμενον γὰρ ἥρηται πανσόφως· | |
ὅτι ὁ γράφων πάντως καὶ παραγράφη· | |
ἵνα γὰρ μὴ εἰς μακρῶν ἐκτείνωμεν τὸν λόγον, | |
ἐπανίωμεν καὶ αὖθις πρὸς τὸ μέλος· | |
τὸ γλυκομελλίρρυτον τῆς θείας βίβλου· | |
ἥπερ προηγεῖται μὲν Δαυὶδ ὁ θεοπάτωρ· | |
ἐκ τῆς μουσικῆς συνήρας ἐκμελήσας· | |
τοὺς τέσσαράς τε ἤχους τοῦ θείου μέλους· | |
καὶ μὴ θαυμάσης ἀγαπηταὶ ἐν τούτῳ· | |
τῶν δ᾽ ἤχων πρὸς τὴν ὁκτάδα· | |
ὥσπερ γὰρ εἰσὶ τὰ τέτταρα στοιχεῖα, | |
οὕτω καὶ οἱ τέσσαρες κύριοι ἦχοι | |
τὰ δὲ πλάγια καὶ φθορὰς τούτων πάντας, | |
ὁ ῥητορικότατος ἐξέθετω πανσόφως | |
Ἰωάννης τέ φημι Δαμασκηνὸς ὁ μέγας· | |
ὥσπερ ὁ ῥηθεὶς προφήτης Δαυὶδ λέγει· | |
παραδοτικῶς ἔσχεν αὐτοὺς πανσόφως· | |
ἐκ σοφοῦ τινὸς Πυθαγόρου τὴν κλήσιν· | |
ἐκ τούτων γὰρ φημὶ τῶν τριῶν τῶν ῥηθέντων· | |
ἀνελάβωμεν τὴν μουσικὴν τὴν τέχνην· | |
τὴν μελοψαλμοσύνθετον ἔνθεον βίβλον· | |
καὶ χορδοβροντοκρουστοσύνθετον θεῖαν κιθάραν· | |
καὶ εὐμορφογοργοσυνθετωκρουστ...πλέκτον | |
καὶ θεῖαν δέλτον καὶ τὸ ταχύπτερον | |
ξὺν γοργοτροχοφλόγῳ ἐμνοστοσύνθετον (...) |
Text source | C. Astruc, G. Astruc-Morize, P. Géhin, M. Guérard, 1989, Les manuscrits grecs datés des XIIIe et XIVe siècles conservés dans les bibliothèques publiques de France. XIIIe siècle (vol. 1), Paris: 24 |
Text status | Text partially unknown |
Editorial status | Not a critical text |
Genre(s) | |
Metre(s) | Dodecasyllable |
Subject(s) | |
Tag(s) | |
Comment | Text of Astruc et al. (1989: 24) modified by DBBE. |
Bibliography | |
Number of verses | 29 |
Occurrence(s) |
[23721] οἱ μέλλοντ(ες) ἄδειν ἐν τῶδ(ε) τῶ βιβλίω
[25/09/1244]
PARIS - Bibliothèque Nationale de France (BNF) - Coisl. 41 [25/09/1244] (f. 263r-263v) (29 verses) |
Acknowledgements |
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
Identification | Vassis ICB 2005, 515: "Librarii subscr." |
Permalink | https://www.dbbe.ugent.be/types/6101 |
Last modified: 2022-06-24.