Type 5756
(formerly typ/3780)
| Ὦ Παῦλε σοφέ, τῆς οἰκουμένης ῥήτωρ, | |
| λύρα γνωστικὴ μυστουργοῦσα τὰ θεία, | |
| ἄνοιξον κἀμοὶ θύραν εἰς σωτηρίαν, | |
| δίδου μοι πένθος χαροποιὸν λιταῖς σου, | |
| ζηλοῦν σε μέντοι ἱκάνωσον ἐν τάχει | |
| τὸν σὸν φοιτητήν, εἰ γε θέμις καὶ τούτων, | |
| στοργῇ γὰρ τῇ σῇ καὶ μόνον πιεσμονὴν | |
| ξύω τοὺς λόγους σοὺς Θεοφύλακτος τλήμων. |
Last modified: 2024-01-15.
