Type 3800
(formerly typ/1894)
Ἐγράφην ἡ παροῦσα βίβλος αὕτη διὰ χειρὸς | |
ἐμοῦ τοῦ παναθλίου καὶ οἰκτροτάτου τάλανος | |
Ἰωάννου δὲ τ' ὄνομα, τοῦ Μαγκλαβίτου λέγω, | |
περιπατοῦντος ἔτους ἀπὸ συστάσεως κόσμου | |
ἕως νῦν τὴν σήμερον μηνὸς Ἰαννουαρίου | |
εἶνεν ἑξακισχίλιοι, σὺν τοὺς ὀκτακοσίους | |
πλὴν καὶ ἐπάνωθεν τούτων εἴκοσι ὀκτὼ λέγω, | |
θέλωμεν καὶ τοὺς ἑκατὸν ἑβδομήκοντα καὶ δύο | |
ἵνα ὁ αἰὼν ὁ ἕβδομος καὶ αὐτὸς πληρώσῃ, | |
καὶ μετὰ τὴν συμπλήρωσιν τοῦ ἑβδόμου αἰῶνος | |
ἔμεινεν εἰς τὸν ποιητὴν καὶ κτίστην τῶν ἁπάντων | |
οὐδεὶς γινώσκει ἀδελφοί, τί δόξει τῷ κυρίῳ. | |
Μόνον ἀγωνισώμεθα ἀγάπην ὑπὲρ πάντα, | |
μὴ λοιδοροῦμεν ἀδελφοὺς, μὴ φθονοῦμεν ἀλλήλους, | |
καὶ ἐὰν ἔχωμεν ἀγάπην, ὁ φθόνος να λείπει | |
ἐλπίζομεν εἰς τὸν Χριστὸν οἱ πάντες να σωθοῦμεν· | |
ἐγὼ δὲ καὶ πορεύομαι ἐν ἀσωτίᾳ πάσᾳ | |
καὶ σφάλλω ἐν τῇ βίβλῳ μου ἐνθυμούμενος ταύτην, | |
σκοτίζονται οἱ ὀφθαλμοὶ καὶ αἱ χείραι μου τρέμουν | |
καὶ ὁ νοῦς μου ἐπαίρεται, εἰς ἀπόγνωσιν πίπτω· | |
διὰ τοῦτο νῦν παρακαλῶ καὶ δέωμαι πάντας, | |
οἱ ἀγαπῶντες τὸν Χριστόν, μηδέν με βλασφημεῖτε, | |
ἄλλ' ὅτι σφάλμα εὕρηται διορθώσατε τοῦτο | |
καὶ ὅστις κόψει δὲ χάρτην ἀπὸ τὴν βίβλον ταύτην | |
μετὰ γραμμάτων ἀριθμὸν καὶ λέξεων παντοίων, | |
ἐχέτω τὴν κατάραν σου καὶ πάντων τῶν ἁγίων | |
τοῦ παντοκράτορος ὀργὴν, καὶ δεσπότου τῶν ὅλων. |
Text source | V. Gardthausen, 1886, Catalogus codicum graecorum sinaiticorum, Oxford: 78 |
Text status | Text completely known |
Editorial status | Not a critical text |
Genre(s) | |
Metre(s) | Decapentasyllable |
Subject(s) | |
Tag(s) | |
Critical Notes | 3 τ' ὄνομα ] τ' ὄνο Gardthausen 23 τοῦτο ] τούτω Gardthausen |
Comment | Text of Gardthausen (1886: 78) modified by DBBE. |
Bibliography | |
Number of verses | 27 |
Occurrence(s) |
[19725] Ἐγράφην ἡ παροῦσα βίβλος αὕτη, διὰ χειρὸς
[1320]
SINAI - Mone tes Hagias Aikaterines - gr. 352 [1320] (f. 256v) (27 verses) |
Related type(s) | [3798] Ὦ παρθένε δέσποινα μῆτερ Χριστοῦ τοῦ θεοῦ μου (19 verses) |
Acknowledgements |
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
Identification | Vassis ICB 2005, 280: "Librarii precatio ad Deiparam" |
Permalink | https://www.dbbe.ugent.be/types/3800 |
Last modified: 2022-02-16.