Type 34556
| Πρόσταγμα πεπλήρωκα τοῦ φιλουμένου, | |
| σὺ δ᾽ ὦ λατρευτὰ τῆς τριφεγγοῦς οὐσίας, | |
| θύτα καθαρὲ καὶ Θεοῦ παραστάτα, | |
| μέμνησο δέ μοι ταῖς εὐχαῖς σου, ὦ θεῖε, | |
| ὅπως τὴν διπλῆν ὑγείαν εὖ ἰδοῦμεν | |
| καὶ χαίροις κῦρι τὴν ψυχὴν καὶ τὸ σῶμα. |
Last modified: 2023-01-19.
