Type 2944
(formerly typ/1043)
| Πρόσταγμα πεπλήρωκα τοῦ ποθουμένου, | |
| σὺ δ᾽ ὦ λατρευτὰ τῆς τριφεγγοῦς οὐσίας, | |
| φίλε καθαρὲ καὶ Θεοῦ θείε δοῦλε, | |
| κύρι Γεώργιε, τοὐπίκλην Ταρτούζου, | |
| εἴπερ θελήσεις ὀφέλειαν νοός σου | |
| καὶ ψυχῆς ἀγλάϊσιν εὖ εὕροις μᾶλλον | |
| καὶ τερπνὴν ὡράϊσιν διὰ παντὸς τοῦ δέμας, | |
| γένοιο λοιπὸν τῆς παρούσης ἐργάτης, | |
| δίελθε ταύτην κατατρυφῶν ἀεῖεν | |
| τῆς ἀγχινοίας ὡς ἀρίζηλος ταύτης. | |
| Ἡμῖν δὲ κύρι καὶ τρισόλβιε φίλε, | |
| τῷ εὐτελεῖ τε καὶ τληπαθεῖ γραφέα, | |
| Θεοδώρῳ τοὔνομα καὶ τάχα θύτῃ, | |
| εὐχὰς ἀμείβου ὅπως τύχω ἐλέους | |
| τῶν ἀπείρων καὶ πολλῶν μου σφαλμάτων, | |
| καὶ χαίροις κύρι τῇ ψυχῇ καὶ τῷ σῶμᾳ. | |
| Τὸ δὲ τέρμα εἴληφεν μηνὶ Ἀπριλίῳ | |
| τρὶς δισχιλιὰς ἑκατοντὰς ὀκτάς τε | |
| σὺν ὀγδοηκοντάη τοῦ Ἀδὰμ ὀγδόη. |
Last modified: 2026-01-26.
