Type 33752
| Ἥττων, βασιλεῦ, ὀψὲ καὶ ψύχους γίνῃ· | |
| ὃς διαπαντὸς αἰθριάζειν ἠγάπας· | |
| σχάζεις δὲ ταχὺ τὴν Βύζαντος βαλβίδα· | |
| καὶ πτηνὸς ὄρνις αἰετὸς καθὰ μέγας, | |
| τὰς ἀρετὰς πτέρυγας αὐχῶν καὶ βλέπων | |
| ἀσκαρδαμύκτως τὸν νοητὸν φωσφόρον, | |
| φθάνεις διαπτὰς τὴν Σύρων καὶ Κιλίκων· | |
| κἀκεῖσε καλῶς τὴν καλιὰν πηγνύεις, | |
| ὁδοῦ πάρεργον, τὰς Πουσγουσίας πόλεις, | |
| ἃς θριγγὸς ὑγρὸς καὶ λιμνασμὸς ζωννύει, | |
| ἐπανασώσας τοῖς ὅροις τῶν Αὐσόνων. |
Last modified: 2024-01-31.
