Type 3042
(formerly typ/1147)
ἡ βίβλος αὕτη τῆς μονῆς πέλει ξένε | |
τῆς παναχράντου καὶ βασιλίδος κόρης | |
καὶ παντανάσσης Μαριὰμ τῆς παρθένου | |
τῆς ὡς ἀληθῶς ὑπερευλογημένης | |
ἧσπερ δομήτωρ Φιλόθεος ὁ μάκαρ | |
φιλόξενός τε καὶ φιλόχριστος γέρων | |
ἐν φιλαδέλφοις καὶ φιλοπτώχοις λίαν | |
ἧς καὶ προεστὼς χαριέστατος φύσει | |
ὡς ἱερουργῶν πανάριστος τὸν τρόπον | |
Λουκᾶς ὁ θαυμάσιος ἐν μονοτρόποις | |
καὶ χριστοπρεπὴς κατὰ τὰς διαθέσεις | |
τάς τε νοητὰς καὶ προφανεῖς εὖ μάλα | |
οὗπερ κελεύσει δεξιοτρόπου λόγου | |
καὶ φιλοκάλω προτροπῆ διαγράφη | |
ἐν ἧ τὰ θεσπέσια τοῦ τρισολβίου | |
καὶ τρισμάκαρος στουδίτου Θεοδώρου | |
καὶ πανσόφου κήρυκος ὀρθοδοξίας | |
τὰ πνευματικὰ διεχαράχθη ξένως | |
καὶ ῥητορικοῖς καλλιγραφήθη λόγοις | |
εφ᾽ οἷς ὑπὲρ μάργαρον, ὑπὲρ χρυσίον | |
ὑπὲρ διαυγεῖς ἄνθρακας καὶ λυχνίτας | |
ὑπὲρ σμαράγδους καὶ τοπάζια ξένα | |
τὰς θεσπεσίους καὶ μακαριωτάτους | |
φέρει διδαχὰς τῶν ἐκείνου χειλέων | |
εἰς κόσμον αὐτῆς ἀγλαέστατον φύσει | |
καὶ χαριτουργόβρυτον αὔχημα μέγα | |
ὅς γοῦν ἀποσπάσειε δυσμενοτρόπως | |
τῆς μάνδρας αὐτὴν τῆς θεοφιλεστάτης | |
ἀλλότριος γένοιτο δόξης κυρίου | |
τοῦ παμβασιλεύοντος φύσει δεσπότου | |
καὶ παντάνακτος τοῦ θεανθρώπου λόγου | |
αὐτός δε παμφίλτατε τῆ διαθέσει | |
καὶ τῆ φυσικῆ γλυκύτατε φιλία | |
ὁ ταῦτ᾽ ἀναγνοὺς φιλομαθοῦντι τρόπω | |
ἡμῶν χάριν εὔχοιο τεθλιμμένων | |
ὡς ἄν πρὸς αὐτοῦ τοῦ θεανθρώπου λόγου | |
καὶ παντάνακτος παμβασιλέως λέγω | |
καὶ σοὶ χαριτόβρυτον εὐκαίρως κλέος | |
εὐεργεσίας ἐξυπερτάτων φθάση | |
ταῖς πανταχράντου Μαριὰμ προστασίαις |
Editorial status | Not a critical text |
Genre(s) | Patron-related epigram |
Metre(s) | Dodecasyllable |
Tag(s) | Dedication |
Bibliography | |
Number of verses | 40 |
Occurrence(s) |
[18776] ἡ βίβλος αὕτη τῆς μονῆς πέλει ξένε
[1351-1400]
MOSCOW - Gosudarstvennyj Istoričeskij Musej (GIM) - Sinod. gr. 211 (Vlad. 208) [14th c.] (f. 166r-166v) (40 verses) |
Identification | Vassis ICB 2005, 292: "Nota possessionis libri" |
Permalink | https://www.dbbe.ugent.be/types/3042 |
Last modified: 2019-05-16.