Occurrence 18776
(formerly occ/2163)
+ ἡ βίβλος αὕτη τῆς μονῆς πέλει ξένε, | |
τῆς παναχράντου καὶ βασιλίδος κόρης, | |
καὶ παντανάσσης Μαριὰμ τῆς παρθένου, | |
τῆς ὡς ἀληθῶς ὑπερευλογημένης, | |
ἧσπερ δομήτωρ Φιλόθεος ὁ μάκαρ, | |
φιλόξενός τε καὶ φιλόχριστος γέρων, | |
ἐν φιλαδέλφοις καὶ φιλοπτώχοις λίαν, | |
ἧς καὶ προεστὼς χαριέστατος φύσει, | |
ὡς ἱερουργῶν πανάριστος τὸν τρόπον, | |
Λουκᾶς ὁ θαυμάσιος ἐν μονοτρόποις, | |
καὶ χριστοπρεπὴς κατὰ τὰς διαθέσεις, | |
τάς τε νοητὰς καὶ προφανεῖς εὖ μάλα, | |
οὗπερ κελεύσει δεξιοτρόπου λόγου | |
καὶ φιλοκάλω προτροπῆ διαγράφη | |
ἐν ἧ τὰ θεσπέσια τοῦ τρισολβίου | |
καὶ τρισμάκαρος στουδίτου Θεοδώρου, | |
καὶ πανσόφου κήρυκος ὀρθοδοξίας, | |
τὰ πνευματικὰ διεχαράχθη ξένως | |
καὶ ῥητορικοῖς καλλιγραφήθη λόγοις, | |
εφ᾽ οἷς ὑπὲρ μάργαρον, ὑπὲρ χρυσίον | |
ὑπὲρ διαυγεῖς ἄνθρακας καὶ λυχνίτας, | |
ὑπὲρ σμαράγδους καὶ τοπάζια ξένα, | |
τὰς θεσπεσίους καὶ μακαριωτάτους | |
φέρει διδαχὰς τῶν ἐκείνου χειλέων | |
εἰς κόσμον αὐτῆς ἀγλαέστατον φύσει, | |
καὶ χαριτουργόβρυτον αὔχημα μέγα, | |
ὅς γοῦν ἀποσπάσειε δυσμενοτρόπως, | |
τῆς μάνδρας αὐτὴν τῆς θεοφιλεστάτης, | |
ἀλλότριος γένοιτο δόξης κυρίου, | |
τοῦ παμβασιλεύοντος φύσει δεσπότου | |
καὶ παντάνακτος τοῦ θεανθρώπου λόγου, | |
αὐτός δε παμφίλτατε τῆ διαθέσει | |
καὶ τῆ φυσικῆ γλυκύτατε φιλία, | |
ὁ ταῦτ᾽ ἀναγνοὺς φιλομαθοῦντι τρόπω, | |
ἡμῶν χάριν εὔχοιο τεθλιμμένων, | |
ὡς ἄν πρὸς αὐτοῦ τοῦ θεανθρώπου λόγου, | |
καὶ παντάνακτος παμβασιλέως λέγω, | |
καὶ σοὶ χαριτόβρυτον εὐκαίρως κλέος, | |
εὐεργεσίας ἐξυπερτάτων φθάση | |
ταῖς πανταχράντου Μαριὰμ προστασίαις. |
Type(s) | [3042] ἡ βίβλος αὕτη τῆς μονῆς πέλει ξένε (40 verses) |
Text source | B. Fonkič, F. Poljakov, 1993, Grečeskie rukopisi Moskovskoj Sinodal’noj Biblioteki. Paleografičeskie, kodikologičeskie I bibliografičeskie dopolnenijak katalogu Archimandrita Vladimira (Filantropova), Moscow: 76-77 |
Text status | Text completely known |
Date | 1351-1400 |
Manuscript | MOSCOW - Gosudarstvennyj Istoričeskij Musej (GIM) - Sinod. gr. 211 (Vlad. 208) [14th c.] |
Place in Manuscript | f. 166r-166v |
Metre(s) | Dodecasyllable |
Genre(s) | Scribe-related epigram |
Number of verses | 40 |
Acknowledgements |
Creator(s)
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
Permalink | https://www.dbbe.ugent.be/occurrences/18776 |
Last modified: 2019-05-18.