Type 2685
(formerly typ/795)
Εἰ θελήσῃ τις ὁμ᾽ ἴσχυον καλέσαι | |
ἣν ἀρχιτέκτων ὁ σοφὸς Ἰωάννης | |
ποικιλοτρόπως μουσουργήσας καὶ πήξας | |
κλίμακα τήνδε θείαν οὐρανοδρόμον, | |
μετὰ τῆς πάλαι ἣν Ἰακὼβ ἑώρα, | |
οὐχ ἁμαρτήσῃ οὐδ᾽ ἀνόσιον φήσῃ, | |
ἀλλὰ καὶ λίαν ἐπαινέσῃ πᾶς τοῦτον. | |
Κατάγουσ᾽ ὤφθη οὐρανόθεν ἐκείνη | |
ἀγγέλους πάντως, τῇ παντουργῷ προστάξει | |
ταύτῃ δ᾽ ἐκ κάτω βροτοὺς ἀναβιβάζει | |
προαιρομένους καὶ Θεῷ παριστάνει | |
καὶ παραδείσου κληρονόμους δεικνύει. | |
Οὐκοῦν μογήσας ἐν ἡμέραις βραχέσιν | |
ἐκ πόθου θείου ἐλπίς τε σωτηρίας | |
γέγραφα ταύτην κατειληφὼς τῇ κέρκῳ, | |
μηνί τ᾽ ἐν ἕκτῳ, δηλονότι μαρτίῳ, | |
ἡμέρᾳ τούτου πρὸς τῇ εἰκάδι πέμπτῃ, | |
ἐν ᾗπερ Θεὸς ὁ λόγος ἐν πανάγνῳ | |
γαστρὶ παρθένου ἐγκατιὼν εἰσέδυ, | |
ἔτους δ᾽ ὀγδόου πρὸς ἓξ τοῖς χιλιάσιν, | |
ἑκατοντάδος μετρουμένης ἑπτάκις, | |
ἰνδικτιῶνος συντρεχομένης τρίτης, | |
ἐμῇ δεξιᾷ ταλαίνῃ ναζιραίου | |
Χαρίτωνος τ᾽ οὔνομα σχῶντος τοῦ πάνυ. |
Last modified: 2022-12-13.