Occurrence 18312
(formerly occ/1646)
Εἰ θελήσῃ τις ὁ μ᾽ ἴσχυον καλέσαι· | |
ἥν ἀρχιτέκτων ὁ σοφός ἰωάννης· | |
ποικιλοτρόπως μουσουργήσας καὶ πήξας· | |
κλήμακα τήνδε θείαν οὐρανοδρόμον· | |
μετὰ τῆς πάλαι, ἥν ἰακώβ ἑωρα, | |
οὐχ ἁμαρτήσῃ, οὐδ᾽ ἀνόσιον φήσῃ· | |
ἀλλά καί λίαν, ἐπαινέση πας τοῦτον· | |
κατάγουσ᾽, ὤφθη οὐ(ρα)νόθεν ἐκείνη· | |
ἀγγέλους πάντως, τῇ παντουργῷ προστάξῃ· | |
ταύτῃ δ᾽ ἐκ κάτῳ, βροτούς ἀναβιβάζει· | |
προαιρουμένους, καὶ θ(ε)ῷ παριστάνει· | |
καὶ παραδείσου, κληρονόμους δεικνύει· | |
οὐκοῦν μογήσας ἐν ἡμεραις βραχέσιν· | |
ἐκ πόθου θείου, ἑλπίς τε σ(ωτη)ρίας· | |
γέγραφα ταύτην κατειληφώς τῇ κέρκῳ· | |
μηνὴ τ᾽ ἐν ἔκτῳ, δηλονότι μαρτίῳ· | |
ἡμέρα τούτου, πρὸς τῇ ἰκάδι πέμπτῃ· | |
ἐν ᾗπερ θ(εό)ς ὁ λόγός ἐν πανάγνῳ· | |
γαστρί παρθένου ἐνκατειών εἰσέδυ· | |
ἔτους δ᾽ ὀγδόου πρὸς ἓξ τοῖς χιλιάσιν· | |
ἑκατοντάδος μετρουμένης ἑπτάκις· | |
ἰνδικτιῶνος συντρεχομένης τρίτης· | |
ἐμῆ δεξιᾶ ταλαίνη ναζιραίου· | |
χαρίτωνος τ᾽ οὔνομα σχῶντος τοῦ πάνυ. |
Last modified: 2022-12-13.