Type 2165
(formerly typ/211)
| Τοῦ τῆς Κύπρου μὲν ποιμένος καὶ δεσπότου, | |
| μακαριωτάτου ἀρχιεπισκόπου, | |
| τοῦ ποιμενάρχου Κυπρίων Ἰωάννου, | |
| τῇ προσταγῇ γέγραφε τήνδε τὴν βίβλον, | |
| γραφεὺς Μανουὴλ Ἁγιοστεφανίτης, | |
| ὁ καὶ παρ᾽ αὐτοῦ τοῦ πάνυ ὑπερσόφου, | |
| εὐεργετηθεὶς πολλάκις ἀνενδότως, | |
| ὃς καὶ πεφυκὼς εὐτελέστατος θύτης, | |
| τοῦ παντάνακτος ἐργοτεχνίτου λόγου, | |
| ἐπευχαριστεῖ καὶ τρανῶς μεγαλύνει, | |
| τὸ χρυσοτευκτόμορφον ἀγλαὸν στόμα. | |
| Καὶ ψυχοτερπέστατον εὐμελὲς μένος, | |
| καὶ πνευματοπρόβλητον εὐμενὲς μέλος, | |
| κροτούμενον κρούματι πανσθενοκρότω, | |
| νοοτρόφους ἴυγγας εὐηχεστάτους | |
| εἰς πᾶσαν ἀνέμελψεν τὴν οἰκουμένην, | |
| ᾗ καὶ λελοιπὼς τὴν χρυσόβλητον βίβλον, | |
| σειρηνοθελκότερπνον εὐμελεστάτην, | |
| πᾶσαν ἀκριβῶς ἠκρίβωσε δελτάδα, | |
| εὐχῶν δὲ κατάπαυσιν οὐδαμῶς φέρει, | |
| πρὸς τὸν μέγα τοῦ θεοῦ ἀρχιεράρχην, | |
| τὴν χρυσοβρυτόρρυτον ὑδάτων ῥύσιν, | |
| καὶ μυσταγωγὸν εὐσεβῶν διδαγμάτων, | |
| καὶ κήρυκα κράτιστον ἀληθῶν λόγων, | |
| Ἐπιφάνιον ἀπόστολον τὸν μέγαν, | |
| ὡς ἂν νέμοιτο τῷ ποιμενάρχῃ τούτου, | |
| ζωὴν πολυχρόνιον ὑγείας πλάτος, | |
| εὔρωστον, εὐφρόσυνον, εὔθυμον βίον. | |
| Ἀλλ᾽ ὦ μάκαρ πρώτιστε τῶν μακαρτάτων, | |
| ὦ τερπνολαμπρότατε χρυσὲ τοῖς λόγοις, | |
| τοῖς ἡδυτάτοις καὶ ψυχοτρόφοις λόγοις, | |
| χάριν ἀνεξάντλητον ἢ βρύσιν νέμοις, | |
| πολλῶν ἀγαθῶν ἐν χρόνοις πολυχρόνοις, | |
| τῷ τήνδε βίβλον προστάξαντι γενέσθαι. |
Last modified: 2022-01-26.
