Occurrence 17583
(formerly occ/817)
Στίχοι εἰς τ(ὸ) πλήρ(ω)μ(α) τοῦ τετραυαγγέλ(ου)+. | |
Τοῦ τῆς κΰπρου μὲν ποιμένο(ς) κ(αὶ) δεσπότου· | |
μακαριωτάτου ἀρχϊεπϊσκόπου· | |
τοῦ ποιμενάρχου κϋπρίων ἰω(άννου)· | |
τῆ προσταγῆ γέγραφε τήνδε τὴν βίβλ(ον)· | |
γραφεὺσ μανουὴλ ἁγϊοστεφανίτ(ης)· | |
ὁ καὶ παρ᾽ αὐτοῦ τοῦ πάνυ ϋπερσόφου· | |
εὐεργετηθεὶς πολλάκις ἀνενδότ(ως)· | |
ὃς καὶ πεφϋκ(ὼς) εὐτελέστατος θύτ(ης)· | |
τοῦ παντάνακτος ἐργοτεχνίτου λόγου· | |
ἐπευχαριστεῖ καὶ τρανῶς μεγαλύνει· | |
τὸ χρϋσοτευκτόμορφον ἀγλαὸν στόμα. | |
καὶ ψϋχοτερπέστατον εὐμελὲσ, μένο(ς)· | |
καὶ πνευμ(α)τοπρόβλητον εὐμενὲσ μέλο(ς)· | |
κροτούμενον κρούματι πανσθενοκρότω· | |
νοοτρόφους ἴυγγας εὐηχεστάτους | |
εἰς πᾶσαν ἀνέμελψεν τὴν οἰκουμένην· | |
ἧ καὶ λελοιπ(ὼς) τὴν χρυσόβλητον βίβλ(ον)· | |
σειρηνοθελκότερπνον εὐμελεστάτην· | |
πᾶσαν ἀκριβῶς ἠκρίβωσε δελτάδα· | |
εὐχῶν δὲ κατάπαυσιν οὐδαμ(ῶς) φέρει· | |
πρὸς τὸν μέγα τοῦ θεοῦ ἀρχιεράρχην· | |
τὴν χρυσοβρυτόρρυτον ὑδάτ(ων) ῥύσ(ιν)· | |
καὶ μυσταγωγὸν εὐσεβῶν διδαγμάτ(ων)· | |
καὶ κήρυγμα κράτιστον ἀληθῶν λόγων· | |
Ἐπιφάνιον ἀπόστολον τὸν μέγαν· | |
ὡς ἂν νέμοιτο τῷ ποιμενάρχῃ τούτου· | |
ζωὴν πολυχρόνιον ὑγείας πλάτος· | |
εὔρωστον, εὐφρόσυνον, εὔθυμον βί(ον)· | |
Ἀλλ᾽ ὦ μάκαρ πρώτιστε τῶν μακαρτάτων· | |
ὦ τερπνολαμπρότατε χρυσὲ τοῖς λόγοις· | |
τοῖς ἡδυτάτοις καὶ ψυχοτρόφοις λόγοις· | |
χάριν ἀνεξάντλητον ἢ βρύσιν νέμοις· | |
πολλῶν ἀγαθῶν ἐν χρόνοις πολυχρόνοις· | |
τῷ τήνδε βίβλον προστάξαντι γενέσθαι. |
Type(s) | [2165] Τοῦ τῆς Κύπρου μὲν ποιμένος καὶ δεσπότου (34 verses) |
Text source | C. Constantinides, R. Browning, 1993, Dated Greek Manuscripts from Cyprus to the year 1570, Washington: 85 |
Text status | Text completely known |
Date | 1156 |
Manuscript | NEW YORK - H.P. Kraus Library olim ANDROS - Monê Hagias (Zôodochou Pêgês) 32 [1156] |
Place in Manuscript | f. 341r-341v |
Person(s) | |
Metre(s) | Dodecasyllable |
Genre(s) | Patron-related epigram |
Bibliography | |
Number of verses | 34 |
Acknowledgements |
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
Permalink | https://www.dbbe.ugent.be/occurrences/17583 |
Last modified: 2017-06-27.