Occurrence 34625

+ τοῦ μεγ(ά)λ(ου) λογοθέτου κυροῦ γεωργ(ίου) τοῦ ἀκροπολίτ(ου):-
 
Ἂν οὐ(ρα)νοῦ τὸν γῦρον ἡ δέρρις φέρη·
καὶ γῆς τὸ κῦτος, ὁ στενὸς γράφη τύπος,
καὶ γνώσεως ἄβυσσον οὐ μετρουμένην,
ἡ βίβλος ἥδε, συμπερικλείειν φθάνει,
ἄπειρον ἀόριστον ἄφθονον χύσιν,
σοφῶν ναμάτων, ἐκ φλεβῶν τεραστίων·
ὡς ἀστέρας μὲν, λευκοσυνθέτους λόγους,
εἰς πλῆθος ἀμέτρητον ἐκπεπτωκότας·
καὶ παμφαεῖς ἔσχηκε τοῖς θεωμένοις,
ἔσωθεν αὐγάζοντας ἀν(θρώπ)ων φύσιν,
καὶ καταλαμπρύνοντας αὐτ(ῶν) τὰς φρένας,
ὡς ποικιλόχρουν αὖθις ἀνθέων θέαν,
τὸ ποικίλον σύνταγμα τῶν γεγραμμένων·
πᾶν λαμπρὸν ἔνδον, ἐγκαθειργνύει βίβλος,
ὡς ὄστρεον, μάργαρον. ὡς κάλυξ, ῥόδον·
ὡς ἁλιθρέμβων κόχλος, ἄνθος πορφύρας,
ἐπιστολὰς εἰς κάλλος ἐξειργασμένας·
ἢ, καὶ λυσιτέλημα τῶν λεγεμπόρων·
θεοδώρου λάσκαρι τοῦ βασιλέως, ||
ἄνακτος υἱοῦ, παγκλεοῦς ἰωάννου·
οὗ θρύλλος ἐξέδραμεν, εἰς πᾶσ(αν) χθόνα·
οὗ τὸ πρὸς ὅπλα καὶ πρὸς ἱππηλασίαν,
χεῖρα κραταιὰν εὐφυᾶ τόξου τάσιν·
καὶ πᾶσαν ἄλλην στρατιώτιδα τέχνην·
καὶ πᾶσαν ἄλλην ψυχικὴν εὐανδρίαν;
ἄλλων λόγων πέφυκε καὶ σπουδασμάτων·
νυνί δε γραφαὶ καὶ λόγων εὐκοσμία·
ἐπιστολῶν πόνημα συντεταγμένον·
μακροὺς μὲν ἄλλους, οὗτος ἐκφέρει λόγους·
τοὺς μὲν πρὸς ἐξέτασιν οἷς φύσις τόπος·
τοὺς δὲ πρὸς ἀνάπτυξιν οἷς κρείττον ὄρος,
ἐγκωμίων αὐχοῦντας, ἄλλους δ’ αὖ ὕλην·
πάντας δὲ σεμν(οὺς), ὡς ὑπεξηρημένους·
νοήμασι· σχήμασι· λοιπαῖς ἰδέαις·
αἷς λαμπρῶς ἅπας, ἀγλαίζεται λόγος·
τίς δε παραπλεύσειεν αὐτῶν τὴν χάριν,
σειρῆνας ὥσπερ τοῦ λαερτίου γόνος·
καὶ μὴ πρὸς αὐταῖς πυξίσι τ(ῶν) γραμμ(ά)τ(ων),
τὸ σκάφος αὐτοῦ τοῦ νοὸς καθορμίση
πείπερ οὐκ ὄλεθρον ἀκροωμένων·
ζωήν δε μᾶλλον προξενοῦσιν αἱ βίβλοι·
οὔκουν χρόνω φθίνουσ(αν) ὡς τ(ῶν) σωμάτων·
(καὶ) ταῦτα μὲν δὴ, μακροσυνθέτων πέρι· ||
ἀλλ’ ἐνθαδὶ, χάρις τις, ἄλλη γραμμάτων·
ἐπιστολιμαῖα τε πρὸς λόγων φίλους·
μουσῶν· ἑλικῶν, καὶ πιερία νέα·
μέλος λιγυρὸν καὶ χορευμάτων κρότος·
ὠδῆς τὸ τερπνὸν, ποῖον ἐξείποι στόμα·
ἠχῆς τὸ σεμνὸν, ποῖος ἐκφράσοι λόγος·
ὁ θιασώτης, βάκχος εὐθὺς εὑρέθη·
ἐπεμφορηθεὶς, νέκταρος, θείου πότου·
ὡς ἐκ πόλου ῥέοντος αὐτῆς τῆς βίβλου·
τί δῆτα μακρὸν ἀποτείνω τὸν λόγον·
καὶ πρὸς πυλῶσι κατέχω τοῦ θαλάμου·
τὴν λίχνον ἀκρόασιν, ἣ σπεύδει δῦναι
ὡς ζημιοῦσθαι, ζημίαν οὐ μετρίαν·
εἴσελθε τάχος, τάχος ἔνδοθεν ξένε
κατατρύφησον τῶν σοφῶν νοημάτων,
καὶ πρὸς κόρον πλήσθητι καὶ τῶν σχημ(ά)των·
μὴ φράσεως ἥδυσμά τι παραδράμης·
γενήσεται γὰρ ὡς γλυκάζον σοι μέλι·
πάντων κατάκρως, ἐμφοροῦ τοῦ βιβλίου,
καὶ τῶν λόγων θαύμαζε, τὴν πρώτην βρύσιν +
Type(s) [34621] Ἂν οὐρανοῦ τὸν γῦρον ἡ δέρρις φέρῃ (63 verses)
Text source DBBE (Inspection of a reproduction of the manuscript)
Text status Text completely known
Date 1301-1325
Manuscript FLORENCE - Biblioteca Medicea Laurenziana (BML) - Plut. 59, Cod. 35 [1301-1325]
Place in Manuscript f. 39r-40r
Palaeographical information The title and initial are written in red ink.
Contextual information The epigram introduces a collection of 133 letters by Theodore II Laskaris (ff. 42r-178r). On ff. 41r-v follows a table of contents. On the blank space available on ff. 40r-v, a later hand inserted a letter by Theodore Xanthopoulos to Theodore Metochites.
Metre(s) Dodecasyllable
Genre(s)
Subject(s)
Image source(s)
Bibliography
Number of verses 63
Related occurrence(s)
Acknowledgements Information on the occurrence courtesy of Krystina Kubina.

Transcriber(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/34625
Last modified: 2023-03-06.