Type 34621
Ἂν οὐρανοῦ τὸν γῦρον ἡ δέρρις φέρῃ | |
Καὶ γῆς τὸ κύτος ὁ στενὸς γράφῃ τύπος, | |
Καὶ γνώσεως ἄβυσσον οὐ μετρουμένην | |
Ἡ βίβλος ἥδε συμπερικλείειν φθάνει, | |
Ἄπειρον ἀόριστον ἄφθονον χύσιν | |
Σοφῶν ναμάτων ἐκ φλεβῶν τεραστίων. | |
Ὡς ἀστέρας μὲν λευκοσυνθέτους λόγους | |
Εἰς πλῆθος ἀμέτρητον ἐκπεπτωκότας | |
Καὶ παμφαεῖς ἔσχηκε τοῖς θεωμένοις, | |
Ἔσωθεν αὐγάζοντας ἀνθρώπων φύσιν | |
Καὶ καταλαμπρύνοντας αὐτῶν τὰς φρένας. | |
Ὡς ποικιλόχρουν αὖθις ἀνθέων θέαν | |
Τὸ ποικίλον σύνταγμα τῶν γεγραμμένων | |
Πάνλαμπρον ἔνδον ἐγκαθειργνύει βίβλος, | |
Ὡς ὄστρεον μάργαρον, ὡς κάλυξ ῥόδον, | |
Ὡς ἁλιθρέμμων κόχλος ἄνθος πορφύρας, | |
Ἐπιστολὰς εἰς κάλλος ἐξειργασμένας, | |
Ἣ, καὶ λυσιτέλημα τῶν λογεμπόρων, | |
Θεοδώρου Λάσκαρι τοῦ βασιλέως | |
Ἄνακτος υἱοῦ παγκλεοῦς Ἰωάννου, | |
Οὗ θρύλλος ἐξέδραμεν εἰς πᾶσαν χθόνα, | |
Οὗ τὸ πρὸς ὅπλα καὶ πρὸς ἱππηλασίαν, | |
Χεῖρα κραταίαν, εὐφυᾶ τόξου τάσιν, | |
Καὶ πᾶσαν ἄλλην στρατιώτιδα τέχνην | |
Καὶ πᾶσαν ἄλλην ψυχικὴν εὐανδρίαν | |
Ἄλλων λόγων πέφυκε καὶ σπουδασμάτων· | |
Νυνὶ δὲ γραφαὶ καὶ λόγων εὐκοσμία, | |
Ἐπιστολῶν πόνημα συντεταγμένον. | |
Μακροὺς μὲν ἄλλους οὗτος ἐκφέρει λόγους, | |
Τοὺς μὲν πρὸς ἐξέτασιν οἷς φύσις τόπος, | |
Τοὺς δὲ πρὸς ἀνάπτυξιν οἷς κρείττων ὅρος, | |
Ἐγκωμίων αὐχοῦντας ἄλλους δ’ αὖ ὕλην, | |
Πάντας δὲ σεμνοὺς ὡς ὑπεξῃρημένους | |
Νοήμασι σχήμασι λοιπαῖς ἰδέαις, | |
Αἷς λαμπρῶς ἅπας ἀγλαΐζεται λόγος. | |
Τίς δὲ παραπλεύσειεν αὐτῶν τὴν χάριν, | |
Σειρῆνας ὥσπερ τοῦ Λαερτίου γόνος, | |
Καὶ μὴ πρὸς αὐταῖς πυξίσι τῶν γραμμάτων | |
Τὸ σκάφος αὐτοῦ τοῦ νοὸς καθορμίσῃ; | |
<Ἐ>πείπερ οὐκ ὄλεθρον ἀκροωμένων, | |
Ζωὴν δὲ μᾶλλον προξενοῦσιν αἱ βίβλοι | |
Οὔκουν χρόνῳ φθίνουσαν ὡς τῶν σωμάτων. | |
Καὶ ταῦτα μὲν δὴ μακροσυνθέτων πέρι, | |
Ἀλλ’ ἐνθαδὶ χάρις τις ἄλλη γραμμάτων | |
Ἐπιστολιμαία τε πρὸς λόγων φίλους, | |
Μουσῶν Ἑλικὼν καὶ Πιερία νέα, | |
Μέλος λιγυρὸν καὶ χορευμάτων κρότος. | |
Ὠιδῆς τὸ τερπνὸν ποῖον ἐξείποι στόμα; | |
Ἠχῆς τὸ σεμνὸν ποῖος ἐκφράσοι λόγος; | |
Ὁ θιασώτης Βάκχος εὐθὺς εὑρέθη | |
Ἐπεμφορηθεὶς νέκταρος, θείου πότου, | |
Ὡς ἐκ πόλου ῥέοντος αὐτῆς τῆς βίβλου. | |
Τί δῆτα μακρὸν ἀποτείνω τὸν λόγον | |
Καὶ πρὸς πυλῶσι κατέχω τοῦ θαλάμου | |
Τὴν λίχνον ἀκρόασιν, ἣ σπεύδει δῦναι, | |
Ὡς ζημιοῦσθαι ζημίαν οὐ μετρίαν; | |
Εἴσελθε τάχος τάχος ἔνδοθεν, ξένε, | |
Κατατρύφησον τῶν σοφῶν νοημάτων, | |
Καὶ πρὸς κόρον πλήσθητι καὶ τῶν σχημάτων, | |
Μὴ φράσεως ἥδυσμά τι παραδράμῃς· | |
Γενήσεται γὰρ ὡς γλυκάζον σοι μέλι. | |
Πάντων κατάκρως ἐμφοροῦ τοῦ βιβλίου | |
Καὶ τῶν λόγων θαύμαζε τὴν πρώτην βρύσιν. |
Title(s) | Τοῦ μεγάλου λογοθέτου κυροῦ Γεωργίου τοῦ Ἀκροπολίτου |
Text source | A. Heisenberg, 1903, Georgii Acropolitae Opera (vol. 2), Leipzig: 7-9 |
Text status | Text completely known |
Editorial status | Critical text |
Genre(s) | |
Person(s) | |
Metre(s) | Dodecasyllable |
Subject(s) | |
Tag(s) | |
Comment | Agapitos & Angelov (2018: 52, n. 44): "Theodore responded to the encomiastic preface of his teacher with an encomium of his own" (cf. L. Tartaglia, Theodorus II Ducas Lascaris. Opuscula rhetorica. Berlin - Boston 2000, pp. 96-108). |
Bibliography | |
Number of verses | 63 |
Occurrence(s) |
[34625] Ἂν οὐ(ρα)νοῦ τὸν γῦρον ἡ δέρρις φέρη
[1301-1325]
FLORENCE - Biblioteca Medicea Laurenziana (BML) - Plut. 59, Cod. 35 [1301-1325] (f. 39r-40r) (63 verses) |
Acknowledgements |
Information on the type courtesy of Krystina Kubina.
Creator(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
Identification | Vassis ICB 2005, 60: "Georg. Acropolites, Praefatio in epistulas Theodori Lascaris" |
Permalink | https://www.dbbe.ugent.be/types/34621 |
Last modified: 2023-03-06.