Occurrence 34567

Χρυσογραφοῦσι δέλτον οἱ θεηγόροι·
προφητικάς τε πνευματοφθέγγ(ους) φράσεις·
σαφῶς τρανοῦντες ταῖς διαυγείαις ἴσαις·
δὶς ἓξ θεοπτῶν τεττάρων τούτοις ἅμα·
διευκρινοῦσι τοὺς λόγους λεπτῆ θέα·
θεῖοι ναοὶ γὰρ τοῦ θ(εο)ῦ πεφηνότες·
ἄμφω στομοῦνται πυρσομόρφως τ(ὰς) φράσεις·
ὅθεν ψιλοῦντες τὴν βαθυγλωσσον χάριν·
τὸ γράμμα λευκὸν ου μέλαν τῶ πτυκτίω·
ιστῶσι προῦπτον τοῖς σχολαζουσι πόθω·
ὧν εἷς πεφυκε ψυχικῶς θησαυρίσας·
τὴν βιβλον ἤπερ μαργάρων τοὺς ἐντιμ(ους)·
φιλόθεος ὁ ταῖς γραφαῖς τεθραμμέν(...)
ὃν ἡ τριφεγγὴς τοῦ θεοῦ πανταρχία·
ἔνθεν κακεῖθεν ἐξελεῖται τῶν πόνω(ν)·
λιταῖς ἀλήκτοις τῆς φαεσφορου κόρης
νόων ἁπάντων τοῦ πόλου πυριπνόω(ν)·
καὶ τοῦ μεγίστου προδρομου τοῦ δεσποτ(ου)·
καὶ τοῦ χοροῦ τε τῶν φυτητῶν του λόγου·
αὐτῶν προφητῶν τοῦ παρόντος π(...)ξιου·
καὶ μαρτύρων δε τῶν θεοστεφῶν πάλι(ν)·
θεοδωρητου τοῦ σοφου ἑρμηνεως·
καὶ τοῦ τέθέντος προσφόρως θεοῦ δοσις·
ναὶ μὴν γένοι χ(ριστ)ε σ(ωτ)ερ παντάναξ·
Type(s) [2228] Χρυσογραφοῦσι δέλτον οἱ θεηγόροι (24 verses)
Text source DBBE (Inspection of a reproduction of the manuscript)
Text status Text completely known
Date 10th c.
Manuscript VATICAN CITY - Biblioteca Apostolica Vaticana - Chig. R VIII 54 (gr. 45) [10th c.]
Place in Manuscript f. 1r
Palaeographical information Written in two columns, to be read vertically.
Contextual information The epigram precedes the 'Twelve Prophets' with Philotheos' 'Catena in XII prophetas minores'. It is the first of four introductory texts on ff. 1r-2v.
Metre(s) Dodecasyllable
Genre(s)
Subject(s)
Image source(s) https://digi.vatlib.it/view/MSS_Chig.R.VIII.54/0007
Bibliography
Number of verses 24
Related occurrence(s)
Acknowledgements Information on the occurrence courtesy of Georgi Parpulov.

Transcriber(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/34567
Last modified: 2023-01-27.