Occurrence 30520
(…)τρικ(ῆς) μ(ὲν) τ(ῆς) κρατίστ(ης) ἐν τέχναις, | |
δεινός τις εἷλε τὴν ἐμὴν ψυχ(ὴν) ἔρ(ως) | |
ἐκ παιδὸς εὐθὺς ἐντακεὶς εὐμηχάν(ως) | |
(καὶ) προσπαθ(ῶς) ἔχουσαν ἕλκων τ(ὴν) φύσ(ιν) | |
πρὸς συμπαθῆ παίδευσ(ιν) ὁλκ(αῖς) ἐμφύτοις. | |
καὶ δὴ σύναψας (καὶ) πυκν(οὺς) ταύτῃ πόνους. | |
ὑπερφυοῦς ἔδοξα τυγχάνειν κλέους. ·:· | |
·:· καινόν τι θαῦμα χρηματίζων τῷ βίω. | |
σοφ(ῶς) δὲ πᾶσι ἐκκαλύψας τὴν τέχν(ην), | |
ἱπποκράτεις ἔδειξα συχνοὺς τῶ χρόνω· | |
δεινὰς ὅτι μάλιστα πρὸς ταύτ(ην) φύσεις. | |
νόει γαληνὸν, ἀέτιον τοὺς πάνυ | |
τ(ὴν) ἀρεταίου (καὶ) σοφοῦ παύλου χάριν· | |
μεθ' ὧν, ὀρειβάσιος ἡ κλεινὴ φύσις | |
ἄλλοι τε συχνοὶ σύνδρομοι τὴν ἀξίαν | |
ὧν λαμπρ(ὸν) ἐμπέφηνε τῶ βίω κλέος. | |
ἀλλὰ παραιρεῖταί τι τῆς εὐδοξίας | |
τὸ τῶν πόνων ἄπληστον οἷς ὁ πᾶς βίος, | |
ἄληκτον ἦν σπούδασμα πρὸ(ς) τοῦτο βλέπον: | |
σὺ δὲ στρατηγὲ τῶν ἀρίστων αὐσόνων. | |
κοινὲ στρατάρχα τῶν διπλῶν στρατευμ(ά)τ(ων)· | |
ὁ γῆν τε καὶ θάλατταν ἀσχέτ(ως) τρέχων, | |
διεξαγωγεῦ τῶν κατ' αὐτοὺς πραγμ(ά)τ(ων), | |
ἐπήβολος φρὴν τῶν | σοφῶν βουλευμ(ά)τ(ων)· | | |
ὁ τῆ(...) δίκης πρύταν(ις) | εὐστάθμοις μέτροις· | | |
ἡ πρὸς λόγους ἄπλη|στος ἐξόχως φύσ(ις), | | |
ὁ τεχνικὸς νοῦς | πρὸς κτίσεις εὐμηχάνους, | | |
πῶς εἰς τοσαῦτα | κερματίζων τὰς φρένας | | |
ὧν εἰς ἕκαστον ἀρκέ|σαι τίς ἂν μόλις | | |
καὶ λαμπρὸς οὕτω | τοῖς πᾶσι δεδειγμένος | | |
ἔπειτα βλέψας πρὸς | μακρὰν οὕτω τέχν(ην). | | |
πρὸς ἣν βραχὺς πᾶς | ἐστιν ἀν(θρώπ)ου βίος, | | |
οὕτ(ως) ἀνείλου θᾶτ|τον αὐτ(ὴν) ἢ λόγος. | | |
(καὶ) πᾶσαν ἐξέπλη|ξας ἐν τούτω φύσ(ιν) | | |
(...) χρόνον τε καὶ λό|γους καὶ τὴν φύσιν | | |
(...)ουδ(ήν) τε πᾶσαν | τ(ὴν) ἐμὴν οὐ μετρίαν, | | |
ὁδοῦ· πάρεργον τοῦ|(...) δὴ τὸ τοῦ λόγου, | | |
(καὶ) παιδιὰν ἤλεγξας | ὄντα σοῦ σθένους: | | |
ὄντως ξένην ἄ|ριστε πλουτήσ(ας) φύσ(ιν), | | |
ξ(...)(ως) ἐχρήσω | τ(οῖς) κοινοῖς | τρόποις· | | |
καὶ σφόδρα θαυμάζειν με φιλῶν τοῖς λόγοις, | |
ἔδειξας ἔργοις ὡς βραχύς τις μου λόγος· | |
τὰς ψυχικὰς γὰρ οὐ νοσήσ(ας) δυνάμεις | |
ἐκ τῆς ἐνύλου συμφυοῦς διαρτίας, | |
εὔρρωστος οὕτω ταῖς ἐνεργείας ἔφυς, | |
τοὺς γνωστικοὺς εἰς ἄκρον εὐεκτῶν τόνους. | |
ἀλλ' εὐχαρίστ(ως) οἷς φιλεῖς ἡμᾶς ἔχων, | |
ὁ πάντα χρὴστος ἡ τρισολβία φύσις, | |
χάρ(ιν) θ(ε)ῷ σὺ τῶν καλ(ῶν) εἰδὼς ἔχε, | |
παρ' οὗ καλὸν πέφυκ(εν) ἀν(θρώπ)οις ἅπαν. |
Last modified: 2022-03-15.