Occurrence 26551
(formerly occ/10623)
ἕτ(ε)ρ(ον) | |
τάσδε θεογλώσσους ἑλικὼν ἔθρεψε γυναῖκ(ας)· | |
ὕμνοις (καὶ) μακεδὼν πιερέ(ας) σκόπελος: | |
πρηξίλλαν· μυρὼ ἀνύτ(ης) στόμα θῆλυν, ὅμηρ(ον): | |
λεσβιάδων σαπφὼ κόσμον ἐυπλοκάμων: | |
ἤρινναν· τελέσιλλαν ἀγακλέα κ(αὶ) σὲ κόριννα· | |
θοῦριν ἀθηναίης, ἀσπίδα μελψαμέναν: | |
νοσσίδα θηλύγλωσσον, ἠδὲ γλυκυαχέα μύρτην· | |
πάσας ἀενά(ων) ἐργάτιδας σελίδων· || | |
ἐννέα μὲν μούσας μέγ(ας) οὐ(ρα)νός, ἐννέα δ’ αὐτὰς, | |
γαῖα τέκε θνατοῖς ἄφθιτον εὐφροσύναν:· |
Last modified: 2021-09-16.