| Στίχοι εἰς τ(ὸν) ἅγ(ιον) λουκᾶν τ(ὸν) εὐαγγελιστὴν:· | |
| Λουκᾶς ἠπιόθυμος ἀκεστορίης ἐπιίστωρ, | |
| ἀθανάτοιο χριστοῖο γένος· κ(αὶ) θέσκελα ἔργα, | |
| ἀτρεκέως κατέλεξε· κ(αὶ) ὡς θάνεν ἄμμε σάωσας· | |
| κ(αὶ) πάλιν ἐκτύμβοιο θορῶν μερόπεσσιν ἐδείχθη· | |
| ἔνθεν δ’ οὐρανίην ὑπὲρ ἄντυγα π(ατ)ρὶ φαάνθη:– |
Last modified: 2019-09-04.
