Occurrence 24015
(formerly occ/7975)
Ἡδὺς ὁ λιμὴν τοῖς πλέουσι τυγχάνει | |
καὶ τοῖς γραφεῦσι τέρμα τ(ῆς) βίβλου πάλ(ιν), | |
ἄμφω γὰρ ἀνάπαυλαν εἰσφέρει πόνων. | |
μέμνησο τοῦ γράψαντος, ὦ κεκτημένε, | |
Μιχαὴλ δέ σοι ταῦτα προσφωνεῖ, π(ά)τερ, | |
ὅστις τοὐπίκλην ὁ Μεσοποταμήτις. | |
τό παρὸν Τριῴδιον πόνῳ καὶ μόχθῳ | |
συλλέξας οὖν γέγραφα ἐκ πλήστων βίβλ(ων), | |
πεπλήρωτο δὲ ἐν χρόνοις τοῖς τοῦ κόσμου· | |
χιλιὰς παρέδραμεν ἐξαπλουμένη, | |
ἡ δ' ἑκατοντὰς τετάρτη τε σὺν πέμπτη, | |
σὺν τέσσαρσι χρόνοις τε πᾶσι σὺν τούτοις, | |
ἰνδικτιώνης καὶ αὐτῆς γε τετάρτης, | |
ἐν μηνὶ μαΐῳ τε μηνὸς τετάρτη. |
Last modified: 2019-12-06.