Occurrence 22798
(formerly occ/6684)

Δήλωσ(ι)ς ἐκάστου λόγου ἐνοίας
 
Καὶ ζωγράφου χεὶρ εὐφυῶς κινουμένη,
σοφὴ παριστᾶν κ(αὶ) βιοῦν τὰ | γραπταία,
(καὶ) πάντα τοῖς χρόμασιν εὖ γράφειν σθένει·
πλὴν οὖν | σκιοδῶς καὶ παρἐγκεκρυμμένως·
λόγος δὲ ταύτα πρὸς τὸ φ(ῶς) ὑπε|ξάγει,
ὃς τὰ γραφικ(ῶς) ἔνδον ἐγκεκρυμμένα,
δεινὸς παριστάν καὶ | παρἐμφένειν ἄγαν·
οὐκοῦν θεατὰ τοῖς ἐμοῖς προσχὼν | λόγοις,
τῶν ζογραφικ(ῶς) ἐνθαδὶ κεκρυμμέν(ων),
τ(ὴν) ἐμφανὴ δήλω|σιν ἀκριβ(ῶς) βλέπε:
ἡ μακρὰ (καὶ) βένουσα πρὸς θ(εὸ)ν κλήμαξ,
τὰς | ἀρετὰς δείκνυσι τ(ῶν) μονοτρόπων
διῶν διελθῶν πρὸς θ(εὸ)ν πᾶς | τὶς φθάνει·
ἔχει δ’ ἀριθμ(ὸν) βαθμίδων τριακάδα,
τὸ τριττὸν ἐμ|φένοντα τῆς θεαρχί(ας):
ὡς εὐφυεὶς ἧν ὁ γραφεὺς τῶν βαθμίδων·
τριπλὴν γὰρ αὐτὴν τὴν δεκάδα τιθεὶς μέσον,
τελειοποιὸν τοῖς | ἐναρέτοις τρίβον,
τ(ὴν) πρὸς θ(εὸ)ν τέλειον εὖ προδεικνύει:
αὐτὸς | δ’ ἀρίθμει (καὶ) σκόπει τὰς βαθμίδας·
μή σε πλανάτω τὸ στενὸν ‖ τοῦ ζογράφου.
Ἡ βαθμὶς ἡ πρώτιστα κειμένη κάτω,
εἱς | ἣν μοναστὴς τ(ὸν) πόδα παρἐμβάλει,
γυμν(ὸν) παρἐλθῶν κοσ|μικ(ῶν) νεκρ(ῶν) βίον,
φυγεῖν πρωδειλὴ κοσμικῆς ξυναυλίας:|
ἡ δ’ αὖ μετ αὐτ(ὶν). τ(ὸν) ἀπροσπαθὴ βίον:
Τρίτον δὲ βαθμ(ὸν) ἡ | ξενιτεία φέρει·
ὑπακοὴ τέταρτον ἄχρι θανάτου:
πέμπτη | δὲ βαθμὶς τῆς μετανοί(ας) τόπος:
μνήμη θανάτου βαθμὶς ἔκτη | τυγχάνη,
τῆς πενθοποιοῦ ζογραφοῦσα τ(ὸν) τόπον:
ἡ δ’ εὐδό|μη τὸ πένθος, εὔδομον φέρει,
βάπτησμα σαφὲς σαρκικ(ῶν) μολυσ|μάτ(ων)·
ἡ θνήσις ὁργὴς, βαθμὶς ἐστὶν ὁγδώη:
ἀμνησικακίας | δὲ βαθμὶς ἐνάτη,
ἡ προξενοῦσα λύσιν ἀμπλακιμάτ(ων):
τὸ | μὴ κρίνειν δ΄ἔσχατον ἔχε τ(ὸν) τόπον:
ἔχεις θεατὰ τὸ τρίτον | τ(ῶν) βαθμίδων.
ἀλλ’ ἁρεπ(ῶς) πρόβηθει (καὶ) πρὸς τὰ πρόσω· |
Τὴν ἐνδεκάτην βαθμίδα πατεῖν θέλ(ων),
ἄσκει σιοπὴν | χυλέ(ων) ψυχῆς σκέπην:
ἡ δωδεκάτη ψεύδους τυγχάνει | λύσις·
ἡ δ’ αὖ μετ’ αὐτ(ίν) τῆς ἀκιδίας ἄκος:
αὔθις δ’ ἐφε|ξῆς τ(ῆς) ἀσιτείας τόπος:
ὁ πεντεκαιδέκατος ἁγνεί(ας) | τόπος:
ἀθρῶν δὲ τ(ὶν) ἔξ καὶ δεκά(την) βαθμίδα,
φιλαργυρί(ας) | τὸν τόπον διαδράσης:
ὁ δ’ επτακαιδέκατος ἀκτίμον βίος:|
τ(ὸν) δ’ ὁκτακαιδέκατον ἣ φθάσης τόπον,
ἐσθήσεων κάθαρ|σιν εὐρίσεις ξένην:
τ(ὸν) ἔνατον δὲ (καὶ) δέκατον ἣ φθάσης,|
τόπον εὐρίσεις ψαλμικ(ιν) κοινήν χάριν:
ἁγρυπνί(ας) πέφυκ(εν) || εἰκοστὸς τόπος,
τ(ὴν) τοῦ νοὸς κάθαρσιν ἐξηργασμ(έν)ος: |
Τρίτη δεκάδος ὁ προκείμενο(ς) τόπος,
τ(ῆς) δειλί(ας) λύτρωσ(ιν) | ἐντυποῦν θέλει:
ὁ δ’ αὗ τέταρτος ζογραφεῖν | πάλιν θέλει,
τ(ίν) ἁπλοϊκὴν (καὶ) καλὴν ἀκακίαν:|
εἰς πέμπτον αὔθις σ(ὸν) παρεμβάλ(ων) πόδα,
φρόνει | ταπεινὰ μὴ νοῶν ἐπηρμένα:
διὰκρισιν σχῶν | ἕκτον ἢ φθάσις τόπον:
ἐξ εὐδόμης νόει δὲ τὴν | ἡσυχίαν:
ἐν ογδώη δε τῆ προσευχὴ προσμένων,
τ(ίν) ἀγγελικὴν τάξιν εὐρίσεις ξένε
τὴν ἀπά|θειαν ἐνάτη δε κειμένην,
ἡ τριακοντὰς δεικνύει | τὴν ἀγάπην.
Ἣν πεφθακ(ῶς) ἄν(θρωπ)ος ἐν θ(ε)ῶ μένει: |
Ἰωάννης τάδε γέγραφ(εν) εὐφυῶς πάνυ,
ὁ τήσδε τέκ|των τῆς κλίμακος ἣν βλέπης·
ἰω(άνν)ης τὸ θαῦμα τ(ῶν) | μονοτρόπων·
τούτον μημοῦ σὺ (καὶ) θ(εὸ)ν φθάσης τρέχ(ων), |
μὴ τοὺς ὁλισθήσαντας ἀπροσεξίᾳ,
(καὶ) προριφῆς παί|γνιον ὁφθῆς πν(ευμάτ)ων,
(καὶ) τόξα (καὶ) βέλεμνα (καὶ) βαρὺς λί|θους,
καὶ δεσμᾶ καὶ μάστιγας οὐκ ἀποδράσεις,
τῶν ἀνηλε|ῶς ἑλκόντων σφαλομένους:
Ἔφρυξα πιστεύ|σατε πρὸς ταύτα βλέπων,
ἐμ' αυτὸν ὥσπερ καθορῶν | ἐν εἰκόνι:
Ἀλλ’ ὦ θεατᾶ τῆς παροῦσης εἰκόνος,
τ(ὸν) ζω|γράφον θαύμαζε τ(ῆς) εὐφυήας,
καὶ τοῦ γέροντος τοῦδε | μημοῦ τ(ὸν) τρόπον,
τοῦ δ’ ἐκπνέοντος φεῦγε τ(ὶν) ῥαθυμίαν·|
ἔχεις τὰ πάντα βένε λοιπ(ὸν) ἀτρέμας,
παθ(ῶν) κρατήσας πρὸς | πόλιν μ(ε)τἀρσίαν,
πρὸς ἀγγελικ(ῶν) ταγμ(ά)τ(ων) μ(ε)τουσίαν. πρὸς ||
πρὸς ἀναπαύλας ἁγί(ων) μακαρί(ων)·
ἐν ὴ βραβευ|τής τ(ῶν) πόν(ων) ὁ δεσπότ(η)ς,
ἐν οὐ(ρα)νοίς πάρεστι δεξιὰν νέμ(ων):+
Type(s) [5558] Καὶ ζωγράφου χεὶρ εὐφυῶς κινουμένη (88 verses)
Text source DBBE (Inspection of a reproduction of the manuscript)
Text status Text completely known
Date 1391-1500
Manuscript VIENNA - Österreichische Nationalbibliothek (ÖNB) - theol. gr. 207 [1351-1400]
Place in Manuscript f. 137r-138v
Palaeographical information Written by another, more recent hand than the main text.

22 ἡ πρώτιστα κειμένη ] ἡ α΄ δεκὰς add. in margine
40 Τὴν ἐνδεκάτην βαθμίδα ] ἡ βα΄ δεκὰς add. in margine
55 Τρίτη δεκάδος ] ἡ γη' δεκὰς add. in margine
64 ξένε ] φίλος supra lineam
Contextual information The epigram, written at the end of the manuscript, is preceded by a short metrical preface to Klimax' Heavenly Ladder of Hierotheos the monk.
Metre(s) Dodecasyllable
Genre(s)
Subject(s)
Image source(s) http://digital.onb.ac.at/RepViewer/viewer.faces?doc=DTL_3112996
Bibliography
Number of verses 88
Acknowledgements
Creator(s)
Transcriber(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/22798
Last modified: 2026-03-24.