| Στίχοι | |
| Ἀνῆλθε Χριστὸς ἐξ ὄρους πρὸς τὸν πόλον, | |
| πατρῷον ἐξώρμησεν εἰς πυρὸς θρόνον | |
| καὶ σάρκα θνητὴν τὴν κατακεκριμένην | |
| ἄνω τίθησιν ἀγγέλων, ἀρχαγγέλων, | |
| κυριοτήτων καὶ θρόνων πυριπνόων, | |
| θρόνῳ καθίζει τοῦ Πατρὸς βροτῶν φύσιν. | |
| μήτηρ πάρεστι σὺν μαθητῇ εἰς ὄρος, | |
| ὁρῶσι θείους ἀγγέλους ἀφιγμένους | |
| λέγοντας οὕτως· «δευτέρᾳ παρουσίᾳ | |
| ἐλεύσεται τάχιστα τόνδε τὸν τρόπον | |
| κρίνων ἅπαντας καὶ φίλους σώζων μόνους». |
Last modified: 2023-01-12.
