| Τοὺς τρεῖς μαθητὰς προσλαβὼν ὁ δεσπότης | |
| ὄρους ἀνῆλθεν εἰς βάσεις Θαβωρίου | |
| δεῖξαι θελήσας τὴν ἄφραστον οὐσίαν, | |
| ὡς ἦν ἐφικτὸν τοῖς φοροῦσι σαρκίον. | |
| ἄγει σὺν αὐτοῖς καὶ νόμου τοὺς προκρίτους | |
| ἐκ τῶν νεκάδων, ἐκ πυλῶν οὐρανίων. | |
| εἶτ’ ἀγλαὸν φῶς ἀστραποβόλον μέγα | |
| ἤστραψε τὸ πρόσωπον ἡλίου πλέον, | |
| χιτῶνες ἐξέλαμπον αἴγλην φωσφόρον· | |
| νεκροὶ μαθηταὶ τῆς ξένης θεωρίας. |
Last modified: 2023-01-12.
