| Στίχοι | |
| Εἰσῆλθε Χριστὸς τῶν θυρῶν κεκλεισμένων, | |
| ἐπευλόγησε τοὺς σοφοὺς ἀποστόλους. | |
| Θωμᾶς ἀπιστεῖ καὶ μαθεῖν καλῶς θέλει· | |
| ἐλθὼν δ’ ὁ Χριστὸς δεικνύει χεῖρας, πόδας, | |
| πλευρὰν νυγεῖσαν, καὶ βοᾷ Θωμᾶς τάχει· | |
| «ὁ Κύριός μου καὶ Θεὸς ζῶν ἐκ τάφου | |
| καὶ τοὺς θανόντας ἐξεγείρων τῷ Λόγῳ.» | |
| αὖθις νέμει τὸ Πνεῦμα Χριστὸς τοῖς φίλοις, | |
| ἐγκαινίσας δὲ καρδίας ἀποστόλων | |
| πηγὴν διαυγῆ δεικνύει χαρισμάτων. |
Last modified: 2023-01-10.
