Occurrence 22751
(formerly occ/6639)
Στίχοι | |
Ὁ ζῶν ἀνέστη· ξένιον τοῦτο ξένον | |
τὸ σαρκὶ θνητῇ συγκραθῆναι τὸν Λόγον. | |
τὰ δ’ ἄλλα πάντα συντρέχει παραυτίκα· | |
νεκροὶ τρέχουσιν οἱ πάλαι σεσηπότες, | |
χαλκαὶ πύλαι πίπτουσι συντεθλασμέναι· | |
παγὶς συνετρίβη γὰρ ἡ τοῦ θανάτου | |
καὶ πάντες ἐρρύσθημεν ἐκ τῶν μνημάτων. | |
Ποῦ σου τὸ νῖκος καὶ τὸ κέντρον, ὦ δράκων; | |
ποῦ σου τὰ κλεῖθρα καὶ σιδήριοι πύλαι; | |
ἀπηνθρακώθης προσβαλὼν τῷ δεσπότῃ. |
Last modified: 2023-01-10.