Occurrence 22746
(formerly occ/6634)
Στίχοι τῆς μεγάλης παρασκευῆς | |
Σταυρῷ βλέπων σε τὸν Θεὸν καὶ δεσπότην | |
δέδοικα φρίττων καὶ πτοοῦμαι καὶ τρέμω. | |
ὃς οὐρανοὺς ἔτεινας, ἥπλωσας χθόνα, | |
πῶς χεῖρας ἐξήπλωσας ἐν σταυροῦ ξύλῳ, | |
ἥλων δὲ πῶς ἤνεγκας ἀλγεινοὺς πόνους, | |
πλευρὰν ἐνύγης, ᾑμάτωσας τοὺς πόδας; | |
ἃ μὴ φέρουσα σείεται χθὼν αὐτίκα, | |
σκοτίζεται δὲ λαμπρὸν ἡλίου σέλας, | |
καταπέτασμα σχίζεται θείου δόμου, | |
θραύουσι πέτραι καὶ τρέμει πᾶσα κτίσις. | |
θρηνεῖ τεκοῦσα καὶ μαθητὴς δακρύοις. |
Last modified: 2023-01-09.