Occurrence 22743
(formerly occ/6632)
Στίχοι τῆς αὐτῆς ἑορτῆς | |
Ἄνω θρόνος φέρει σε καὶ πῶλος κάτω· | |
ἐμὴν φορεῖς γὰρ εἰκόνα, πλαστουργέ μου, | |
τὴν ἀσθένειαν, τὰς νόσους ἐπενδύῃ, | |
ἄλγη διώκεις καὶ νεκροὺς Ἅιδου φέρεις· | |
νεκρὸς τεταρταῖός τε Λάζαρος τρέχει. | |
ζώντων δὲ πάντων καὶ νεκρῶν κρατῶν, Λόγε, | |
πραῢς βασιλεὺς πρὸς Σιὼν ἔρχῃ πόλιν. | |
παῖδες κλάδους σείουσιν, ὑμνοῦσι βρέφη, | |
λαοὶ χιτῶνας στρωννύουσιν εἰς ἕδος, | |
πόλις κλονεῖται, σείεται πᾶσα κτίσις. |
Last modified: 2023-01-09.