Occurrence 22253
(formerly occ/6128)

※ στίχοι ἱκετήριοι πρὸς την δέσποιναν παρθένον καὶ θεομήτορα | τὴν χωρινήν· ὡς ἐκ προσώπου τ(ῆς) εὐσεβεστάτ(ης) | δεσποίνης κυρ(ᾶς) μαρί(ας) κομνηνῆς τ(ῆς) παλαιολογίνης.
 
+ ἔδει μ(ὲν) ἴσως τῆ παναχράντω κόρη,
τῆ παρθ(έ)ν(ω) (καὶ) σῶμα (καὶ) τὴν καρδίαν,
τῆ τῶν χερουβὶμ και σεραφὶμ κυρία,
τῆ τῶν ἁγίων ἁγιωτέρα νόων,
ἀξίαν ἀντίχαριν ἀποτιννύειν,
ὑπὲρ τοσαύτ(ης) εὐμενοῦς εὐσπλαγχνίας,
καὶ τ(ῆς) ἀφράστου πρὸς χ(ριστὸ)ν παρρησίας,
τὸν υἱὸν αὐτ(ῆς) (καὶ) θ(εὸ)ν (καὶ) δεσπότην·
ὑπὲρ ἀγάπης τῆς βροτῶν σ(ωτη)ρίας,
ἣν καθεκάστην δεικνύει χριστωνύμ(οις),
οἷα μόνη σώζουσα καὶ λυτρουμ(έν)η,
τούτους ἁπάσης τῶν ἐναντίων βλάβης,
ἔδει προσάξαι πλὴν μετ’ εὐνοί(ας) ὅσης,
βασιλικ(ὸν) τὸ δῶρον ὡς βασιλίδι,
ἀνθ’ ὧν παρ’ αὐτῆς ἀπέλαυον χαρίτ(ων):
ἀνθ’ ὧν μυρίων ἐκλυτροῦμαι κινδύνων·
τῆ συμμαχία (καὶ) κραταιᾶ δυνάμει,
τ(ῆς) πανσθενουργοῦ (καὶ) πανυμνήτου κόρης·
ἀλλὰ τίς ἰσχύσει(εν) οὕτως ἀξίως,
τὸ κοσμολαμπὲς δεξιώσασθαι φάος·
τὴν τῶν ἁπάντ(ων) ὑπερηρμ(έν)ην νόων;
ἐφ ὧπερ ὡς ἔχοιμι πλὴν μετὰ δέους,
μετὰ δακρύων (καὶ) καθαρᾶς καρδίας,
μεθ’ ὧνπερ ηὐπόρησα πέπλων χρυσέων,
καὶ τὴν ἱερὰν τήνδε βίβλ(ον) προσφέρω,
τῶ σεβασμίω τ(ῆς) παναχράντου δόμῳ ||
χώραν καλοῦν εἴωθ(εν) ἅπας τὸν δόμον,
αὐτῆς συνάρσει τῆσδ’ ἐπὶ γῆς τ(ῆς) ξέν(ης)·
ταύτην τυχοῦσα σὺν ἀκοσμία τόση·
εἰ (καὶ) λίθων ἦν ἔνδοθ(εν) σὺν μαργάροις,
ὥσπερ διαυγὴς στιλπνότ(ης), ἢ χρυσίου,
τ(ὰς) ἡλιακ(ὰς) ἀκτῖνας ὑπερβάλον
οἱ κυριακοὶ χρύσεοι θεῖοι λόγοι·
δι’ ὧν πᾶσα γέγηθε πιστῶν καρδία·
δι’ ὧν κόσμος σέσωστο σατὰν τ(ῆς) πλάν(ης)·
πλὴν ἀλλὰ κοσμήσασα ταύτην σὺν πόθω,
καθώσπερ εἶχον ἐκ χρυσοῦ σὺν ἀργύρω
ἐκ χρυσουφοῦς κοκκινοχρόου πέπλ(ου)·
ἐκ καρδιακοῦ τοῦ πόθου σοι προσφέρω·
δέσποινα μ(ῆτ)ερ τοῦ θεανθρώπου λόγου·
μαρία λάτρ(ις) οἰκέτ(ις) σου γνησία,
παλαιολόγων ἐκ γένους κατηγμ(έν)η·
ἡ τῆς ἑώ(ας) βασιλ(ὶς) τ(ῆς) ἁπάσης,
ἀλλ’ εὐμεν(ῶς) μοι παμβασιλ(ίς) προσέχου,
ἅ σοι προσάγω σὺν ζεούση καρδία,
εἰ καὶ τέ(ως) πέφυκ(εν) οὐ κατ’ ἀξίαν·
καὶ πρὸς μον(ὰς) σκήνου με τ(ὰς) οὐ(ρα)νίους·
πρὸς τὴν ἀγήρω τ(ῆς) ἐδὲμ κατοικί(αν): +
Type(s) [5389] Ἔδει μὲν ἴσως τῇ παναχράντῳ Κόρῃ (48 verses)
Text source DBBE (Inspection of a reproduction of the manuscript)
Text status Text completely known
Date 1276-1350
Manuscript SOFIA - Centar I Dujcev D. gr. 177 [11th-12th c.]
Place in Manuscript f. 246r-246v
Person(s)
Patron
Maria Komnena Palaiologina (13th-14th c.) (basilis, despoina, kyra, latres, oiketes)
Palaeographical information Written in two columns, to be read horizontally.
Contextual information Written at the end of the manuscript.
Metre(s) Dodecasyllable
Genre(s)
Subject(s)
Image source(s)
Bibliography
Number of verses 48
Acknowledgements Inspection of the manuscript image was possible by courtesy of the 'Institut für Neutestamentliche Textforschung'.

Creator(s)
Transcriber(s)
Permalink https://www.dbbe.ugent.be/occurrences/22253
Last modified: 2021-10-07.