Occurrence 22118
(formerly occ/5990)
+ ἐπίγραμμα εἰς τ(ὸν) ὅσι(ον) π(ατέ)ρα ἡμῶ(ν) θεόδ(ωρον):- | |
Δῶρον ἀειζώοι θ(εο)ῦ μεγάλοι ἄνακτο(ς):- | |
Ἱμερόεν περίπυστ(ον) ἐπ᾽ εὐλαβέη βιότοι:- | |
Οὔνομα θειόδωρο(ς) ποίμν(εις) ἡγεύμ(εν)ο(ς) ἧκα:- | |
Νωλεμέ(ως) νυχίηισι λιτῆς· ἰδὲ τάξεσ(ιν) ἄλλες:- | |
Ὑμνοπόλ(ων) θεότευκτ(ον) ἀγήνορα ὦρσεν ἀοιδ(ήν):- | |
Στουδίου ἣν κλήζουσ(ιν) ἀριπρεπ' ὄλβι(ον) οἶκ(ον):- | |
Ἱρ(ὸν) ἰωάννοιο χριστοῦ προδρόμοιο σοφοῖο:- | |
Ὅὐ κ(εν) ἐπ᾽ ἐσθλ(εῖς) πλῆσεν πλείστη χαρίτεσι:- | |
Στερρῆις σωφροσύνηισι (καὶ) ἁγνείης φαέεσς(ιν):- | |
Ἀλκινόε(ν)τ' ἀπέλεθρα παρέσχετο ἤθεα πᾶσ(ιν):- | |
Νυκτινόμ(ων) παθέ(ων) αἴσχ(ους) ἀπάρευθ(εν) ἐόντα:- | |
Ἀγλαΐης φαέ(ων) τ’ ἀνάπλεα πάμπ(αν) ἀγαπά:- | |
Τοῖσι μυϊσκομ(ένοις) διδάγμ(α)τ(α) θειοεικέλευθα:- | |
Ὀκριόεντ᾽ ἀπώερς(εν) ἀερσιπότ(η)τ(α) τ’ εἷλεν:- | |
Λευγαλέου καμάτοιο βαρυζυγέο(ς) δέχετε ἄχθ(ους):- | |
Ἵθματ᾽ ἔχει(ν) πτερόεντα πρὸ(ς) οὐ(ρα)νὸν ἀστερόεντα:- | |
Ὡς ἄρα χ(ριστὸ)ς ἔλεξε βροτ(ῶν) πολύολβος ἀρωγό(ς):- | |
Ἱστέ(ον) ὀξυπόρ(ον) περιδέξι(ον) ἅλματι λαμπρῶ:- | |
Τοῦδ᾽ ἄπο ἄλλος ἔηκ(εν) ἀνατόλιό(ς) τις ἀμύμ(ων):- | |
Ὧ ἔνι ναιετάεσκ(εν) ἀγαυὸ(ν) θεῖ(ον) ἄημα:- | |
Ἱκόμ(εν)ο(ς) λυδίηθε μετ᾽ ἄλ(ους) ἡγεμονή(ας):- | |
Οὗτο(ς) ἀριφραδέ(ως) δέμ(ας) ἤραρε ν(ῶ) θεολαμπεῖ:- | |
Μαστεύ(ων) χριστοῖο φαάντα ἴχνια φαιδρά:- | |
Οἷα θεοῖ λάτρις πρήξει βιότ(η)τ(ί) τ᾽ ἀρίστη:- | |
Πᾶσιν ἐπ᾽ εὐλαβέηι διαπρύσιο(ς) οἷος ὁ πρῶτο(ς):- | |
Ἀτρεκείην κραδίηφι σὺν ἁγνείηι φορέεσκε:- | |
Τρισσοφαοῦς θεότητος ἐὼν πολύαινο(ς) αἰραστής:- | |
Ῥωμαλέως τελέθων περ ἁγακλέα πᾶσαν ἐφετμήν:- | |
Ἴχνια παντοδαπῶν χαρίτων θεοείδεος ὅλβου:- | |
Δῶρ(ον) ἔχων ἀρετ(ὰς) περικαλλέα εἴματα λαμπρά:- | |
Ἰσοφαῆ φύτλης θεοείδεος οὐρανίοιο:- |
Last modified: 2021-03-09.