Type 3104
(formerly typ/1223)

Δῶρον ἀειζώοιο Θεοῦ, μεγάλοιο ἄνακτος,
ἱμερόεν περίπυστον ἐπ᾽ εὐλαβέῃ βιότοιο,
οὔνομα Θεύδωρος ποίμνης ἡγεύμενος ἧκεν,
νωλεμέως νυχίῃσι λιτῇς ἰδὲ τάξεσιν ἄλλαις
ὑμνοπόλων Θεότευκτον ἀγήνορα ὦρσεν ἀοιδήν,
Στουδίου ᾑ κλῄζουσιν ἀριπρεπέ᾽ ὄλβιον οἶκον
ἱρὸν Ἰωάννοιο, Χριστοῦ Προδρόμοιο σοφοῖο,
ὅν κεν ἐπ᾽ ἐσθλοῖσι πλῆσεν πλείστῃς χαρίτεσσι,
στερρῇς σωφροσύνῃσι καὶ ἁγνείης φαέεσσιν.
Ἀλκιμόεντ', ἀπέλεθρα παρέσχετο ἤθεα πᾶσιν
νυκτινόμων παθέων αἴσχους ἀπάνευθεν ἐόντα
ἀγλαΐης φαέων δὲ ἀνάπλεα πάμπαν ἀγητά
τοῖσι μυϊσκομένοισι διδάγματα Θειοκέλευστα.
Ὀκριόεντ᾽ ἀπόερσεν, ἀερσιπότητα δὲ εἷλεν
λευγαλέου καμάτοιο βαρυζυγέος δέ τε ἄχθους
ἴθματ᾽ ἔχειν πτερόεντα πρὸς οὐρανὸν ἀστερόεντα,
ὡς ἄρα Χριστὸς ἔλεξε, βροτῶν πολύολβος ἀρωγός,
ἰστίον ὀξυπόρον, περιδέξιον ἅλματι λαμπρῷ.
Τοῦδ᾽ ἀπὸ ἄλλος ἔηκεν Ἀνατόλιός τις ἀμύμων,
ᾧ ἔνι ναιετάεσκεν ἀγαυὸν Θεῖον ἄημα,
ἱκόμενος Λυδίηθε μετ᾽ ἄλλους ἡγεμονῆας.
Οὗτος ἀριφραδέως δέμας ἤραρε νῷ Θεολαμπεῖ
μαστεύων Χριστοῖο φαάντατα ἴχνια φαιδρά,
οἷα Θεοῖο λάτρις πρήξει βιότητί τ᾽ ἀρίστῃ
πάσῃ ἐπ᾽ εὐλαβέῃ διαπρύσιος οἷος ὁ πρῶτος·
ἀτρεκίην κραδίῃφι σὺν ἁγνείῃ φορέεσκε
τρισσοφαοῦς Θεότητος ἐὼν πολύαινος ἐραστής,
ῥωμαλέως τελέθων περ ἀγακλέα πᾶσαν ἐφετμήν
ἴχνια παντοδαπῶν χαρίτων Θεοείδεος ὄλβου,
δῶρον ἔχων ἀρετὰς περικαλλέα εἵματα λαμπρά,
ἰσοφαῆ φύτλης θεοειδέος οὐρανίοιο.
Title(s) Ἐπίγραμμα εἰς τὸν ὅσιον πατέρα ἡμῶν Θεόδωρον
Text status Text completely known
Editorial status Critical text
Genre(s) Author-related epigram
Person(s)
Poet
Dionysios Stoudites
Metre(s) Dactylic hexameter
Subject(s) Theodore of Stoudios (759-826) - PBE: 7369 - PMBZ: 18819: "Personenkennziffer: 7574/corr." (abbas of the Monastery of Stoudios < Konstantinoupolis < Turkey)
Tag(s)
Comment The poem has the acrostich 'Διονύσιος Ἀνατολίωι τῶι ὁμοπάτριδι' (Mercati 1953: 224).
Bibliography
Number of verses 31
Occurrence(s)
Acknowledgements

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Identification Vassis ICB 2005, 158: "Dionysios Studites, In s. Theodorum Studitem"
Permalink https://www.dbbe.ugent.be/types/3104
Last modified: 2020-11-25.