Occurrence 22107
(formerly occ/5977)
Πύλη νοητὴ τοῦ θεαν(θρώπ)ου λόγου; | |
πύλας νοητὰς ὑπάνοιξον παρθένε: | |
τὰς εἰσφερούσας εἰς μονὰς αἰωνίους: | |
ὡς ἐμπεριφέρουσα χ(ριστὸ)ν σωτῆρα: | |
ἐν χερσὶν ἀχράντοις σου τῆς παναμώμου: | |
τὸν δρακὶ συνέχοντα τὴν κτίσιν πᾶσαν | |
ἐν θώκῳ φρικτῷ καθεστηκυῖα κόρη: | |
ἐν ᾦ τε οἱ πρόκριτοι τῶν θείων νόων: | |
σοὶ δουλικῶ σχήματι παρίστανταί πως: | |
τὰς ἀΰλους χείρας τε καὶ θείους πόδας: | |
σὺν τρόμω πολλῶ καὶ πόθω θεικῶ τε: | |
εὐμενῶς ἐκτείνουσιν ἐκλιπαροῦντες: | |
καὶ τολμᾶν ὁρῶσι σε τὴν ζωοδόχον: | |
τὴν μόνην ἁγνὴν καὶ καθαρὰν μ(ητέ)ραν: | |
τὴν τὸ φῶς ἐκλάμψασαν παντὶ τῷ κόσμῳ: | |
τὴν πηγὴν τὴν βρύουσαν πηγὰς θαυμάτ(ων): | |
τὴν ἀρρήτως τέξασαν τὸν πλαστοὺργόν μου: | |
ἀλλ’ ὦ θ(εο)ῦ μή(τη)ρ τὲ τοῦ ζῶντος λόγου; | |
καὶ φῶς τεκοῦσα εἰς βροτῶν σωτηρίαν: | |
καὶ πάντ(ων) θερμὴ ἀντίληψις κ(αὶ) σκέπη | |
τῷ προστάτ(η) τὲ σῆς μονῆς μονοτρόπῳ: | |
κλήμῃ τῷ κλεινῷ καὶ φιλαρέτω πάνυ | |
ἀρετῆ συνέσει τὲ κεκοσμημένῳ,: | |
καὶ πᾶν ἀγαθὸν εἰς ἄκρον κεκτημένω | |
σωτηρίαν βράβευε μ(ῆτ)ερ τοῦ λόγου: | |
καὶ δίδου αὐτῶ τ(ὴν) διπλῆν εὐεξίαν | |
καῖ ζωῆς ἀξίωσον ἀλήκτου θείας: | |
ὡς ἐκ πόθου κτήσαντα τὴν βίβλον ταύτην | |
εἰς δόξαν θ(εο)ῦ κ(αὶ) μνήμην τῶν ἁγίων: | |
σεπτῶν π(ατέ)ρων ἀσκητῶν καὶ ὁσίων | |
ὧν πρεσβεῖαις φυλαττε τὸν κεκτημένον: | |
εἰς αἰῶνας ἅπαντας τοὺς αἰωνίους. |
Last modified: 2020-03-20.