Type 5275
(formerly typ/3321)

Πύλη νοητὴ τοῦ θεαν(θρώπ)ου λόγου:
πύλας νοητὰς ὑπάνοιξον παρθένε:
τὰς εἰσφερούσασ εἰς μονὰσ αἰωνίουσ:
ὡς ἐμπεριφέρουσα Χριστὸν σωτῆρα:
ἐν χερσὶν ἀχράντοις σου τῆς παναμώμου:
τὸν δρακὶ συνέχοντα τὴν κτίσιν πᾶσαν
ἐν θώκῳ φρικτῷ καθεστηκυῖα κόρη:
ἐν ᾦ τε οἱ πρόκριτοι τῶν θείων νόων:
σοὶ δουλικῷ σχήματι παρίστανταί πως:
τὰσ ἀΰλουσ χείρας τε καὶ θείουσ πόδασ:
σὺν τρόμῳ πολλῷ καὶ πόθῳ θεϊκῷ τε:
εὐμενῶς ἐκτείνουσιν ἐκλιπαροῦντες:
καὶ τολμᾶν ὁρῶσι σε τὴν ζωοδόχον:
τὴν μόνην ἁγνὴν καὶ καθαρὰν μ(ητέ)ραν:
τὴν τὸ φῶς ἐκλάμψασαν παντὶ τῷ κόσμῳ:
τὴν πηγὴν τὴν βρύουσαν πηγὰσ θαυμάτων:
τὴν ἀρρήτως τέξασαν τὸν πλαστουργόν μου:
ἀλλ’ ὦ Θ(εο)ῦ μήτηρ τὲ τοῦ ζῶντος λόγου
καὶ φῶς τεκοῦσα εἰς βροτῶν σωτηρίαν:
καὶ πάντ(ων) θερμὴ ἀντίληψις καὶ σκέπη
τῷ προστάτῃ τὲ σῆς μονῆς μονοτρόπῳ:
Κλήμῃ τῷ Κλεινῷ καὶ φιλαρέτῳ πάνυ
ἀρετῆ συνέσει τὲ κεκοσμημένῳ,:
καὶ πᾶν ἀγαθὸν εἰς ἄκρον κεκτημένῳ
σωτηρίαν βράβευε μῆ(τε)ρ τοῦ λόγου:
καὶ δίδου αὐτῷ τὴν διπλῆν εὐεξίαν
καῖ ζωῆς ἀξίωσον ἀλήκτου θείας:
ὡς ἐκ πόθου κτήσαντα τὴν βίβλον ταύτην
εἰς δόξαν θεοῦ καὶ μνήμην τῶν ἁγίων:
σεπτῶν π(ατέ)ρων ἀσκητῶν καὶ ὁσίων
ὧν πρεσβεῖαις φυλαττε τὸν κεκτημένον:
εἰς αἰῶνας ἅπαντας τοὺς αἰωνίους.
Editorial status Not a critical text
Genre(s) Scribe-related epigram
Metre(s) Dodecasyllable
Subject(s) Theotokos
Tag(s)
Bibliography
Number of verses 32
Occurrence(s) [22107] Πύλη νοητὴ τοῦ θεαν(θρώπ)ου λόγου [1347]
PARIS - Bibliothèque Nationale de France (BNF) - gr. 917A [1347] (f. 108v)
(32 verses)
Identification
Permalink https://www.dbbe.ugent.be/types/5275
Last modified: 2016-08-12.