Occurrence 21116
(formerly occ/4837)

Πλανούδη στίχοι ἡρωϊκοὶ εἰς τὴν γεωγραφί(αν) πτολεμαίου χρόνοις πολλοῖς | ἀφανισθεῖσαν, εἶτα παρ' αὐτοῦ πόνοις πολλοῖς εὑρεθεῖσαν:~
 
Θαῦμα μέγα χθόνιο περίτροχ(ον) ἄντυγα κόσμου
π(ῶς) σοφίῃ πτολεμαῖος ὑπόψιον ἤγαγε πᾶσαν·
ὡς εἴ τις μί(αν) ἔγραφ(εν)· ἐν πινάκεσσι πολίχνην·
οὐ μὲν ἐγὼ τοιοῦτον, ἴδόν ποτε πέπλον ἀθήνης,
δαίδαλα πάντα φερόντα πολύχροα καὶ κ(α)τ(ὰ) κόσμον,
οἵην τήνδ' ἐνόησα γεωγραφίην ἐρατεινήν,
εὔθετον· εὐκατάτακτον· ἀληθέα· μάρτυσι πολλοῖς·
τοὶ, πολλῶν μερόπ(ων) ἴδον λειμῶνα καὶ νόον ἔσχον·
καὶ δροσερὸν λιβάσιν μ(ὲν) ἰδὼν λειμῶνα τίς ἤδη,
εἰαρινοῖς βρίθοντα μετ' ἄνθεσι, τέρψεμ(εν) ὄσσε,
καὶ κραδίην ἐχάρη μέγα, χάρματι θαύμα κέρασσ(ας)
ἀλλ' οὐδὲν μετόπισθεν ἐκεῖθεν ἐδρέψατο κέρδος·
εἰ δέ τις ὄμμα βάλησι νόον περίεργον ἐρείσας
τῆδε γεωγραφίῃ, τάχ' ἂν μέμψαιτο ἑαυτῷ·
ἀμφ' ὀλίγω καμάτω γ(ὰρ), ὅλης ἀνεμάξατο γαίης,
σχῆμα· θέσιν· σχέσιας τ' ἀλλήλ(ων) χώρου ἑκάστου,
καὶ ποταμῶν προχύσεις· πολίων, ὁρέων τε κελεύθους·
ἔθνεα θ' ὅσα νέμοιτο, καὶ ἀμφιτρίτην μετὰ νήσων
ἕν δέ τι ἐξερέω· πᾶς δ' ἐν φρεσὶ βάλλεο σῇσιν
μήσε παραπλάγξειε ποήσε(ως) οὔνομα σεμνόν,
αἴκε μὲν ὠκεανοῖ βαθὺν ῥόον ἐνθάδε λεύσσης,
γῆν μετροῦντα πρόπασαν, ἀπειρεσίῃσιν ἐρωαῖς· ||
κλέπτειν ἀτρεκίην γ(ὰρ) ἀεὶ φιλέουσι ποηταὶ,
ψευδαλέοις ἐπέεσσι, καὶ ἀλλοκότοις ἐνὶ μύθοις·
ἱστορίη σὺ δέ μούνη, πείθεό μοι πτολεμαίου·
ὅττι καὶ ἀξιόπιστο(ς) ἀνὴρ προφερέστατος ἀνδρῶν·
οὐδέ μιν οὐδαμόθεν διονυσίῳ αὐτὸς ἐΐσκω·
τῶνδε μ(ὲν) οὖν ἅλις· ἔργον ἀτὰρ τόδε τηλίκον οἷον·
νηρίθμοις ἐτέεσσι κεκευθμέν(ον)μ οὔποτ' ἐραστοῦ
ἔμμορ(εν)· ὃς φιλόκαλον ἔχ(ων) κέαρ, ἐς φάος αὐτό·
ᾗσι φιλοφροσύνῃσιν, ἐφωρμήθη προενεγκ(εῖν)·
ἀλλὰ θεοστέπτοιο μένος μεγάλου βασιλῆος
ἀνδρονίκου ῥωμαίων ἡγητῆρος ἀγανοῦ,
οἷον ἀνέπλασ(εν) ἄντις ἐλευθερέησι λογισμῶν·
κάρτα φιλοῤῥώμαιος ἀνακτορίης τύπον ἐικοῦς,
ἔσσυτο· καὶ προυτρέψατο θήϊον ἄνδρ' ἐπὶ τῷδε
ποιμένα· τὸν πόλις ἔσχεν ἀλεξάνδροιο θεουδῆ·
οἷα σοφὸν, καὶ τηλεδαπὸν ἐπιΐστορα χώρων·
ὁς κ(αὶ) τούτου ἕκητι, πόν(ον) ἀνεδέξατο πουλύν·
τέρμα δ' ἐπισταμέν(ως) πινυτῶν τ' ἐπεθήκατο τῶδε·
λισσόμενο(ς) βασιλῆα θεόν, πάλιν οὔρια γαίης
ῥωμαί(ων) πλατύναι, ἅτ' ἐνὶ προτεροῖσι βασιλεῦσιν·
ἀλλὰ σὺ χαῖρε μέγα, κράτος ἔξοχον αὐσονίων·
ἀγλαΐη χαρίτων, φιλίῃ τε κεκασμένε μουσῶν· ||
ὅττι χρόνοις σοῖς, ἔργον τηλίκον ἐξεφαάνθη·
σπουδῆ ἡμετέρη· καί σοι κλέος ἔσσετ(αι) αἰεὶ·
καὶ χάρις ὀψιγόνοισι μετ' ἀνδρᾶσιν, εἵνεκα τοῖο:~
Type(s) [3825] Θαῦμα μέγα, χθονίοιο περίτροχον ἄντυγα κόσμου (47 verses)
Text source DBBE (Autopsy of the manuscript)
Text status Text completely known
Date 1476-1500
Manuscript MILAN - Biblioteca Ambrosiana N 289 sup. [1476-1500]
Place in Manuscript f. 39r-40r
Palaeographical information Initial and title in red ink.
Contextual information It precedes another epigram.
Metre(s) Dactylic hexameter
Genre(s)
Subject(s)
Image source(s) http://213.21.172.25/0b02da82800bcd5a
Bibliography
Number of verses 47
Related occurrence(s) [19764] Θαῦμα μέγα· χθονίοιο περίτροχον ἄντυγα κόσμου. [1351-1400]
NAPLES - Biblioteca Nazionale - gr. III C 3 [1351-1400] (f. 3r-3v)
(47 verses) (47/47)
Acknowledgements
Creator(s)
Transcriber(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/21116
Last modified: 2021-02-15.