Occurrence 19764
(formerly occ/3322)

Τοῦ σοφωτάτου κυροῦ Μαξίμου μοναχοῦ τοῦ Πλανούδου στίχοι ἡρωικοὶ εἰς τὴν γεωγραφίαν Πτολεμαίου, χρόνοις πολλοῖς ἀφανισθεῖσαν, εἶτα δὲ παρ' αὐτοῦ πόνοις πολλοῖς εὑρεθεῖσαν
 
Θαῦμα μέγα, χθονίοιο περίτροχον ἄντυγα κόσμου
πῶς σοφίῃ Πτολεμαῖος ὑπόψιον ἤγαγε πάσαν,
ὡς εἴ τις μίαν ἔγραφεν ἐν πινάκεσσι πολίχνην.
οὐ μὲν ἐγὼ τοιοῦτον ἴδον ποτὲ πέπλον Ἀθήνης
δαίδαλα πάντα φέροντα πολύχροα καὶ κατὰ κόσμον,
οἵην τήνδ' ἐνόησα Γεωγραφίην ἐρατεινήν,
εὔθετον εὐκατάτακτον ἀληθέα μάρτυσι πολλοῖς,
τοὶ πολλῶν μερόπων ἴδον ἄστεα καὶ νόον ἔσχον.
καὶ δροσερὸν λιβάσιν μὲν ἰδὼν λειμῶνά τις ἤδη
εἰαρινοῖς βρίθοντα μετ' ἄνθεσι, τέρψε μὲν ὄσσε
καὶ κραδίην ἐχάρη μέγα χάρματι θαῦμα κεράσσας,
ἀλλ' οὐδὲν μετόπισθεν ἐκεῖθεν ἐδρέψατο κέρδος.
εἰ δέ τις ὄμμα βάλῃσι νόον περίεργον ἐρείσας
τῇδε Γεωγραφίῃ, τάχ' ἂν οὐ μέμψαιτο ἑαυτῷ·
ἀμφ' ὀλίγῳ καμάτῳ γὰρ ὅλης ἀνεμάξατο γαίης
σχῆμα, θέσιν, σχέσιάς τ' ἀλλήλων χώρου ἑκάστου,
καὶ ποταμῶν προχύσεις, πολίων ὀρέων τε κελεύθους,
ἔθνεά θ' ὅσω νέμοιτο καὶ Ἀμφιτρίτην μετὰ νήσων.
ἓν δέ τι ἐξερέω, πᾶς δ' ἐν φρεσὶ βάλλεο σῇσιν·
μή σε παραπλάγξειε ποήσιος οὔνομα σεμνόν,
αἴ κε μὴ ὠκεανοῖο βαθὺν ῥόον ἐνθάδε λεύσσῃς
γῆν μιτροῦντα πρόπασαν ἀπειρεσίῃσιν ἐρωαῖς·
κλέπτειν ἀτρεκίην γὰρ ἀεὶ φιλέουσι ποηταὶ
ψευδαλέοις ἐπέεσσι καὶ ἀλλοκότοις ἐνὶ μύθοις.
ἱστορίῃ σὺ δὲ μούνῃ πείθεό μοι Πτολεμαίου,
ὅττι καὶ ἀξιόπιστος ἀνήρ, προφερέστατος ἀνδρῶν,
οὐδέ μιν οὐδαμόθεν Διονυσίῳ αὐτὸς ἐΐσκω.
Τῶνδε μὲν οὖν ἅλις· ἔργον ἀτὰρ τόδε τηλίκον οἷον
νηρίθμοις ἐτέεσσι κεκευθμένον, οὔποτ' ἐραστοῦ
ἔμμορε, ὃς φιλόκαλον ἔχων κέαρ ἐς φάος αὐτὸ
ᾗσι φιλοφροσύνῃσιν ἐφωρμήθη προενεγκεῖν.
ἀλλὰ θεοστέπτοιο μένος μεγάλου βασιλῆος
Ἀνδρονίκου Ῥωμαίων ἡγητῆρος ἀγαυοῦ
(οἷον ἀνέπλασεν ἄν τις ἐλευθερίῃσι λογισμῶν
κάρτα φιλορρώμαιος ἀνακτορίης τύπον εἰκοῦς)
ἔσσυτο καὶ προὐτρέψατο θήϊον ἄνδρ' ἐπὶ τῷδε,
ποιμένα τὸν πόλις ἔσχεν Ἀλεξάνδροιο θεουδῆ,
οἷα σοφὸν καὶ τηλεδαπὸν ἐπιΐστορα χώρων·
ὃς καὶ τούτου ἕκητι πόνον ἀνεδέξατο πουλύν,
τέρμα δ' ἐπισταμένως πινυτῶς τ' ἐπεθήκατο τῷδε,
λισσόμενος βασιλῆα Θεὸν πάλιν οὔρια γαίης
Ῥωμαίων πλατύναι, ἅτ' ἐνὶ προτέροισι βασιλεῦσιν.
ἀλλὰ σὺ χαῖρε, μέγα κράτος ἔξοχον Αὐσονίων,
ἀγλαΐῃ Χαρίτων φιλίῃ τε κεκασμένε Μουσῶν,
ὅττι χρόνοις σοῖς ἔργον τηλίκον ἐξεφαάνθη
σπουδῇ ὑμετέρῃ. καὶ σοὶ κλέος ἔσσεται αἰεὶ
καὶ χάρις ὀψιγόνοισι μετ' ἀνδράσιν εἵνεκα τοῖο.
Type(s) [3825] Θαῦμα μέγα, χθονίοιο περίτροχον ἄντυγα κόσμου (47 verses)
Text source F. Pontani 2010, The World on a Fingernail: An Unknown Byzantine Map, Planudes, and Ptolemy, Traditio, 65, 177-200: 197-198
Text status Text completely known
Date 1351-1400
Manuscript NAPLES - Biblioteca Nazionale - gr. III C 3 [1351-1400]
Place in Manuscript f. 3r-3v
Contextual information The epigram precedes Claudius Ptolemy's Harmonica and is followed by another epigram.
Metre(s) Dactylic hexameter
Genre(s)
Subject(s)
Comment Cyrillus (1832: 345) gives only the title, the first two and the last three verses.
Bibliography
Number of verses 47
Related occurrence(s) [21116] Θαῦμα μέγα χθόνιο περίτροχ(ον) ἄντυγα κόσμου [1476-1500]
MILAN - Biblioteca Ambrosiana N 289 sup. [1476-1500] (f. 39r-40r)
(47 verses) (47/47)
Acknowledgements
Creator(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/19764
Last modified: 2024-09-16.