Occurrence 20664
(formerly occ/4346)
+ ιω(άνν)ου διακόνου τοῦ εύγενικοῦ: + | |
Πλάκας δέκτο φίλος μωσῆς μεγάλοιο θεοῖο, | |
θειοτυπώτους ἐν ὄρει δυσπειθέι λαῶ· | |
ἀυτὰρ ὃ νοῦς ὑψήγορος εὖχος τῶν θεολόγων· | |
γρηγόριος πάντων μερόπων τὸ μέγιστον κλέος· | |
κουροτέρης ῥώμης ἐρικυδέος ἱρὸς ἰθύντωρ, | |
καππαδοκῶν γαίης φυτὸν εὐθαλὲς, ὥριος ἀστὴρ, | |
κόσμου παμμεδέοντος ἑωσφόρος ἠελίοιο, | |
θνητοῖς ἀν(θρώπ)οις ἀθάνατον ἄνακτα φαείνων, | |
ἀκροτάτη κορυφή προσαναβὰς θείης αἴγλης, | |
δέκτο θ(εο)ῦ σοφίην· καὶ φύσιος λόγον ὀρθὸν, | |
λαχὼν φρεσσὶν ἑαῖς· (καὶ) θειονόοις πραπίδεσσιν, | |
εὖ καὶ ἐπισταμένως μερόπεσσιν ἕκαστ᾽ ἀναφήνας, | |
ἅπανθ ὅσσα τε φίλα θ(ε)ῶ, καί τ᾽ ἤθε᾽ ἀγάλλει· | |
φωναῖς θ᾽ ἡδυλόγοισι περιφραδέως ἀγορεύσας, | |
φράσσατο βαθυνόω φρενὶ, καὶ φράσεν ὕψει γλώττης. | |
ὅσ θ᾽ ὑψηγορίησι πολὺ προβέβηκεν ἁπάντων, | |
οἷοι νῦν βροτοί εἰσι· καὶ οἳ προπάροιθε γένοντο· | |
τέκμαρ ἑτήτυμον ὅς κ᾽ ἐθέλησι χεροῖν τήνδ᾽ ἔχει, | |
βίβλον πουλυπόθητον ἐνὶ κτεάτεσσιν ἐμοῖο. | |
ἥν μοι ἰωαννίκιος ὤπα(σε) γηθόσυνος κῆρ, | |
θύτης ἁγνὸς ἐὼν πρωτίστου ἀρχιερῆος· | |
γράμματι ἀσφαλεῖ τόδε χειρὶ ἑῆ σημήνας· | |
τὴν ἐπεκόσμησα καὶ ἐς τόδε ἐκτολύπευσα· | |
ὅς γε ῥόδον πάτρην λάχε· ᾽κεῖθ(εν) δ᾽ εἰληλούθει, | |
κτῆμα λόγους ποθέων, κρεῖττον κτεάν(ων) ἁπάν(των). | |
φίλω ἰωάννη εὐγενικῶ τοὐπίκλην, | |
διακόνω μεγάλης θ(εο)ῦ ἔξοχα ἐκκλ(ησί)ης:- |
Type(s) | [4337] Πλάκας δέκτο φίλος Μωσῆς μεγάλοιο Θεοῖο (27 verses) |
Text source | DBBE (Inspection of a reproduction of the manuscript) |
Text status | Text completely known |
Date | 15th c. |
Manuscript | PARIS - Bibliothèque Nationale de France (BNF) - gr. 554 [13th c.] |
Place in Manuscript | f. 2v |
Palaeographical information | Sajdak (1914: 267): 'scripto saec. XV-XVI'. The manuscript dates to the 13th century. |
Contextual information | Sajdak (1914: 267 n. 8): 'In fine carminis exstat subscriptio: ἰωάννη εὐγενικῶ τοῦ ἐπίκλην, διακόνω μεγάλης θεοῦ ἔξοχα ἐκκλησίης'. |
Metre(s) | Dactylic hexameter |
Genre(s) | Author-related epigram |
Subject(s) | Gregorios of Nazianzos < Cappadocia (329 - 25/01/390) - PBW: Gregorios/128/ - RGK: - VGH: - PBE: - PLP: - PMBZ: |
Comment | Sajdak (1914: 267 n. 8) considers the last two verses to be a subscriptio: 'In fine carminis exstat subscriptio: ἰωάννη εὐγενικῶ τοῦ ἐπίκλην, διακόνω μεγάλης θεοῦ ἔξοχα ἐκκλησίης'. |
Image source(s) | https://gallica.bnf.fr/ark:/12148/btv1b10724218b/f9.item |
Bibliography | |
Number of verses | 27 |
Related occurrence(s) |
[18227] Κοσμογόνοιο Θεοῦ μεγάλης σοφίας ἐπιίστωρ
[1401-1450]
ATHOS - Mone Iberon 1418 [1401-1450] (f. 173r-173v) (21 verses) (5/27) |
Acknowledgements |
Information on the occurrence courtesy of Krystina Kubina.
Transcriber(s)
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
Permalink | https://www.dbbe.ugent.be/occurrences/20664 |
Last modified: 2020-08-10.