Occurrence 18227
(formerly occ/1554)
Ἡρωϊκοί, in margine Ἰωάννου διακόνου | |
Κοσμογόνοιο Θεοῦ μεγάλης σοφίας ἐπιίστωρ | |
πρῶτα μὲν ἔπλετο Μωσῆς θειονόοις πραπίδεσσιν | |
εὖ καὶ ἐπισταμένως μερόπεσσιν ἅπαντ᾽ ἀναφήνας, | |
ὅσσα Θεὸς τεχνήσατο κρυπταδίῃς ἐνὶ βουλαῖς. | |
Αὐτὰρ ἔπειτα μέγα κλέος ἀνθρώπων Βασίλειος, | |
Καππαδοκῶν γαίης φυτὸν εὐθαλές, ὥριος ἀστήρ, | |
κόσμου παμμεδέοντος ἑωσφόρος ἠελίοιο, | |
θνητοῖς ἀνθρώποις ἀθάνατον ἄνακτα φαείνων. | |
Ὅς ῥα Θεοῦ ποιήματα καὶ φύσιος λόγον ὀρθὸν | |
φράσατο βαθυνόῳ φρενί, καὶ φράσεν ὕψεϊ γλώττης | |
ἀρξάμενος μὲν ἄνωθεν, ἀπ᾽ οὐρανοῦ ἀστερόεντος, | |
καί τε δι᾽ ἠέρος εἰς ὕδατα καὶ γαῖαν ἐπελθών, | |
παντοίων δὲ φύσεις ζώων καὶ ἤθεα πυκνὰ, | |
φωναῖς ἡδυλόγοισι περιφραδέως ἀγορεύσας. | |
τοὔνεκά οἱ πόθον ἄπλετον ἐν στήθεσσι φυλάσσων | |
βίβλον ἰωάννης ἐρικυδέα χείρεσι γράφω· | |
διάκονος μεγάλης θ(εο)ῦ ἔξοχα ἐκκλησίης | |
ᾗ τόδε θεῖον ἀνάθημ᾽ ὤπασα γηθόσυνος κῆρ· | |
ἰωσὴφ μεγάλου π(ατ)ριαρχοῦντος θεολέκτως. | |
ὄς τ᾽ ἀγανοφροσύνῃσι πολὺ προβέβηκεν ἁπάντ(ων)· | |
οἷοι νῦν βροτοί εἰσι, καὶ οἳ προπάροιθε γένοντο: + |
Type(s) | [2643] Κοσμογόνοιο Θεοῦ μεγάλης σοφίας ἐπιίστωρ (21 verses) |
Text source | |
Text status | Text completely known |
Date | 1401-1450 |
Manuscript | ATHOS - Mone Iberon 1418 [1401-1450] |
Place in Manuscript | f. 173r-173v |
Person(s) | |
Metre(s) | Dactylic hexameter |
Genre(s) | Author-related epigram |
Subject(s) | Basil the Great (330-379) (episkopos of Kaisareia < Cappadocia) |
Comment | The text that we offer has been transcribed from the manuscript from line 13 on. The first twelve verses derive from Soteroudes (2007: 77-78). |
Image source(s) | Soteroudes (2007: 79) |
Number of verses | 21 |
Related occurrence(s) |
[20664] Πλάκας δέκτο φίλος μωσῆς μεγάλοιο θεοῖο
[15th c.]
PARIS - Bibliothèque Nationale de France (BNF) - gr. 554 [13th c.] (f. 2v) (27 verses) (5/21) |
Acknowledgements |
Creator(s)
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
Permalink | https://www.dbbe.ugent.be/occurrences/18227 |
Last modified: 2019-07-01.