Type 4337
(formerly typ/2435)
Πλάκας δέκτο φίλος Μωσῆς μεγάλοιο Θεοῖο | |
θειοτυπώτους ἐν ὄρει δυσπειθέϊ λαῷ. | |
Αὐτὰρ ὁ νοῦς ὑψήγορος, εὖχος τῶν θεολόγων, | |
Γρηγόριος, πάντων μερόπων τὸ μέγιστον κλέος, | |
κουροτέρης Ῥώμης ἐρικυδέος ἱρὸς ἰθύντωρ, | |
Καππαδοκῶν γαίης φυτὸν εὐθαλές, ὥριος ἀστὴρ | |
κόσμου, παμμεδέοντος ἑωσφόρος ἠελίοιο, | |
θνητοῖς ἀνθρώποις ἀθάνατον ἄνακτα φαείνων, | |
ἀκροτάτη κορυφὴ προσαναβὰς θείης αἴγλης | |
δέκτο Θεοῦ σοφίην καὶ φύσιος λόγον ὀρθὸν | |
λαχὼν φρεσσὶν ἑαῖς καὶ θειονόοις πραπίδεσσιν | |
εὖ καὶ ἐπισταμένως μερόπεσσιν ἕκαστ' ἀναφήνας | |
ἅπανθ', ὅσσα τε φίλα Θεῷ καί τ' ἤθε' ἀγάλλει· | |
φωναῖς θ' ἡδυλόγοισι περιφραδέως ἀγορεύσας, | |
φράσσατο βαθυνόῳ φρενὶ καὶ φράσεν ὕψει γλώττης, | |
ὅς θ' ὑψηγορίῃσι πολὺ προβέβηκεν ἁπάντων, | |
οἷοι νῦν βροτοί εἰσι καὶ οἵ προπάροιθε γένοντο. | |
Τέκμαρ ἐτήτυμον· ὅς κ' ἐθέλῃσι, χεροῖν τήνδ' ἔχει | |
βίβλον πουλυπόθητον ἐνὶ κτεάτεσσιν ἐμεῖο, | |
ἥν μοι Ἰωαννίκιος ὤπασε, γηθόσυνος κῆρ, | |
θύτης ἁγνὸς ἐὼν πρωτίστου ἀρχιερῆος, | |
γράμματι ἀσφαλεῖ τόδε χειρὶ ἑῇ σημήνας | |
τὴν ἐπεκόσμησα καὶ ἐς τόδε ἐκτολύπευσα, | |
ὅς γε Ῥόδον πάτρην λάχε κεῖθεν δ' εἰληλούθει | |
κτῆμα λόγους ποθέων κρεῖττον κτεάνων ἁπάντων, | |
φίλῳ Ἰωάννῃ Εὐγενικῷ τὸ ἐπίκλην | |
διακόνῳ μεγάλης Θεοῦ ἔξοχα ἐκκλησίας. |
Text source | J. Sajdak, 1914, Historia critica scholiastarum et commentatorum Gregorii Nazianzeni, Krakau: 267-268 |
Text status | Text completely known |
Editorial status | Not a critical text |
Genre(s) | Author-related epigram |
Person(s) | |
Metre(s) | Dactylic hexameter |
Subject(s) | |
Tag(s) | |
Comment | Text of Sajdak (1914: 267-268) modified by DBBE. |
Bibliography | |
Number of verses | 27 |
Occurrence(s) |
[20664] Πλάκας δέκτο φίλος μωσῆς μεγάλοιο θεοῖο
[15th c.]
PARIS - Bibliothèque Nationale de France (BNF) - gr. 554 [13th c.] (f. 2v) (27 verses) |
Acknowledgements |
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
Identification | Vassis ICB 2005, 622: "Ioann. Eugenicus, In laudem s. Gregorii Nazianzeni" |
Permalink | https://www.dbbe.ugent.be/types/4337 |
Last modified: 2020-08-11.