Occurrence 20329
(formerly occ/3985)

Δα(υὶ)δ προσάδων, ἐμμελῶς τῶ ποι|μνίω:·
Δείκνυσιν αὐτὸ· πρὸς νομᾶς ηὐ|λισμένον:·
Δα(υὶ)δ κατασχὼν εὐσεβῶς τὸ θηρίον:·|
Ἐξεῖλεν αὐτοῦ τῶν μυλῶν τὸ ἀρνίον:·|
Πάντας διελθὼν τοῦ ἰεσαὶ τοὺς γόνους:·|
Εὗρεν σαμουὴλ δα(υὶ)δ ὃν χρίσας στέφει:·|
Κρούων ὁ Δα(υὶ)δ ψαλμικῶς τὴν κιννύρ(αν):·||
Φοβεῖ τὸ πν(εῦμ)α καὶ Σαοὺλ ἀναψύχει:·|
Ἀρθεὶς γολιὰθ· καὶ φρυαχθεὶς ἀφρόνως:·|
Δα(υὶ)δ τροποῦται πανσθενὸς τῆ σφενδόνη (?):·|
Τὸν πρὶν βοῶντα καὶ θροοῦντα τὰς πόλεις:·|
Δα(υὶ)δ πατάσσει καὶ σαώζει τὰς πόλεις:·|
Φέροντι δα(υὶ)δ τὴν κάραν τοῦ βαρβάρου:·|
Χείρας κροτούσιν αἱ χορεύτριαι κόραι:·|
Δα(υὶ)δ φθονεῖται καὶ διώκεται μάτην:·|
μένει δὲ τούτων τῶν ἀνακτῶν τὸ κράτο(ς):·|
Δα(υὶ)δ πεφευγὼς τοῦ χιτώνος ἐνθάδε:·|
Σαοὺλ ἀφαιρεῖ· τὸ πτερύγιον λάθρα:·|
Ὅπερ λαθὼν ἀφεῖλεν· δα(υί)δ ἐμφρόνως:·|
Νῦν ἐμφανίζει· τὸν διώκτην ἐντρέπ(ων):·|
Δα(υὶ)δ κατασχῶν τὸν σαοὺλ ἐκ δευτέρου:·|
Ἀφεῖλεν αὐτοῦ τὸν φακὸν σὺν τῶ ξίφει:·|
Σαοὺλ τροπωθεὶς· ἐξελέγχεται πάλιν:·|
Μένει δ' ὅμως σίδηρος ἐστομωμένος:·|
Δα(υὶ)δ δεδοικῶς τοῦ σαοὺλ τὰς ἐνστάσ(εις):·||
Τοῖς ἀλλοφύλοις ἀπρεπῶς πρὸ ἐρρύη:·|
Ἥν δα(υὶ)δ ἔσχεν· ἐξεναντίας πόλιν:·|
Ἔθνος πονηρὸν εἰσπεσὼν καταστρέφει:·|
Δα(υὶ)δ πατάξας τοὺς βαλόντας τῆ πόλει:·|
Τοὺς αἰχμαλώτους εὐχερῶς ἐπιστρέφει:·|
Σαοὺλ διώκων· ὃν διώκειν οὐκ ἔδει:·|
Ἄχρηστον εὗρεν· τὴν ἡμέραν τοῦ τέλους:·|
Ῥυσθεὶς δα(υὶ)δ· χειρὸς ἐξ ἐναντίας:·|
Τῆς βασιλείας δράσσεται παραυτίκα:·|
Type(s) [3933] Δαυὶδ προσᾴδων ἐμμελῶς τῷ ποιμνίῳ (44 verses)
Text source DBBE
Text status Text completely known
Date 11th c.
Manuscript ATHOS - Mone Batopediou 760 [11th c.]
Place in Manuscript f. 7r-8r
Palaeographical information The title and the initials of each line are in golden ink.
Contextual information It is followed by another book epigrams, inc. 'Πάλιν δίωξις Δαυὶδ ἐκ τῆς ὀσφῦος'. However, the two epigrams are part of the same cycle and are connected to the same type.
Metre(s) Dodecasyllable
Genre(s) Text-related epigram
Subject(s)
Comment Eustratiades (1924: 149): 'Στίχοι ἴαμβοι ἐπαίνων εἰς τὸν προφήτην Δαυίδ'.
Bibliography
Number of verses 34
Related occurrence(s)
Acknowledgements Inspection of the manuscript image was possible by courtesy of the monk Trifyllios (Monastery of Vatopedi).

Creator(s)
Transcriber(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/20329
Last modified: 2020-11-09.