Occurrence 19947
(formerly occ/3554)

ἴαμβοι ἐπαινων εἰς τον προφήτην δα(υί)δ
 
Δα(υὶ)δ προσάδων ἐμμελῶς τῶι ποιμνίωι.
δείκνυσιν αὐτο πρὸς νομᾶς ηὐλισμένον.
δα(υὶ)δ κατασχῶν εὐσεβῶς τὸ θήριον·
ἐξῆρεν αὐτοῦ τῶν μυλῶν τὸ ἀρνῖον·
πάντας διελθῶν τοῦ ἰεσσαὶ τοὺς γόνους.
εὗρεν σαμουὴλ δα(υὶ)δ’ ὃν χρῆσας στέφει.
κρούων ὁ δα(υὶ)δ ψαλμικῶς τὴν κιννύραν.
σοβεῖ τὸ πν(εῦ)μα καὶ σαοὺλ’ ἀναψύχει.
ἀρθεὶς γολιὰδ’ (καὶ) φρυαχθεὶς ἀφρόνως.
δα(υὶ)δ τροποῦται πανσθενῶς τῆι σφενδῶνι
τὸν πρὶν βοῶντα καὶ θροοῦντα τὰς πόλεις.
δα(υὶ)δ πατάσσει (καὶ) σαώζει τὰς πόλεις.
φέροντι δα(υὶ)δ τὴν κάραν τοῦ βαρβάρου
χεῖρας κροτοῦσιν αἱ χορεύτριαι κόραι.
δα(υὶ)δ φθονεῖται (καὶ) διώκεται μάτην.
μένει δὲ τοῦτον τῶν ἀνάκτων τὸ κράτος˙
δα(υὶ)δ πεφευγῶς τοῦ χιτόνος ἐνθάδε.
σαοὺλ ἀφερεῖ˙ τὸ πτερύγιον λάθρα˙
ὅπερ λαθῶν ἀφεῖλε. δᾱδ’ ἐμφρόνως˙
νῦν ἐμφανίζει˙ τὸν διώκτην ἐντρέπων˙
δα(υὶ)δ κατασχῶν˙ τὸν σαοὺλ’ ἐκδευτέρου
ἀφεῖλεν αὐτοῦ τὸν φακὸν σὺν τῶι ξίφει˙
σαοὺλ’ τροπωθεὶς. ἐξελέγχεται πάλιν.
μένει δ’ ὅμως σίδηρος ἐστομωμένος.
δα(υὶ)δ δεδοικῶς. τοῦ σαοὺλ τὰς ἐνστάσεις.
τοῖς ἀλλοφύλοις ἀπρεπῶς πρὸς ἐρρύη.
ἣν δα(υὶ)δ ἔσχεν. ἐξεναντίας πόλιν˙
ἔθνος πονηρὸν. εἰσπεσὸν καταστρέφει.||
δα(υὶ)δ πατάξας τοὺς βαλόντας τῆι πόλει
τοὺς αἰχμαλώτους εὐχερῶς ἐπιστρέφει˙
σαοὺλ διώκων ὃν διώκειν οὐκέδει˙
ἄχρηστον εὗρεν τοῦ τέλους τὴν ἡμέραν˙
ῤύσθεις ὁ δα(υὶ)δ χειρὸς ἐξεναντίας
τῆς βασιλείας δράσσεται παραυτίκα.
πάλιν δίωξις δα(υὶ)δ ἐκ τῆς ὀσφῦος.
ἐπῆλθεν αὐτῶ καὶ κακίζεται μάτην˙
ὁ πατρολύας κτείνεται φερεμπόνως˙
θρηνεῖ δὲ δα(υὶ)δ ὡς φιλόστοργος πέλων.
δα(υὶ)δ χορεύει· τὴν κηβωτὸν εἰσφέρων.
σκόπτει δὲ μελχὼλ τὴν χορείαν ἀφρόνως
δα(υὶ)δ πεπονθὼς. ἀσθενῶς τῶι σαρκίωι.
περικρατεῖται τῶι γυναικίωι πόθωι˙
δα(υὶ)δ γεγηθὼς. τὸν σολομῶντα στέφει.
καὶ τοῦ παρόντος. ἐκπορεύεται βίου˙
Type(s) [3933] Δαυὶδ προσᾴδων ἐμμελῶς τῷ ποιμνίῳ (44 verses)
Text source DBBE
Text status Text completely known
Date 951
Manuscript OXFORD - Bodleian Library - Auct. D. 4.1 [951]
Place in Manuscript f. 35v-36r
Person(s)
Scribe
Anthimos (10th c.) - RGK: I.21 - VGH: 82.F - PMBZ: 22613: "Personenkennziffer: 20460"
Palaeographical information Written in minuscule bouletée, the title in Auszeichnungsmajuskel. The even lines are shifted to the right.
The inner breaks of the verses are marked by means of dots or blank spaces.

The initial of v. 35 is marked in bold.
Metre(s) Dodecasyllable
Genre(s) Image-related epigram
Subject(s)
Comment This poem is articulated in 22 distichs. Sevcenko (2000: 336) proposes to consider these verses as a list of captions to David's cycle. Vassis (2005) splits the texts into 22 separate entries.
Image source(s) Sevcenko (2000: 327-328)
Bibliography
Number of verses 44
Related occurrence(s)
Acknowledgements
Creator(s)
Transcriber(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/19947
Last modified: 2020-11-09.