Occurrence 18943
(formerly occ/2354)
στίχοι ἰαμβικοὶ εἰς τὸν ἅγιον Διονύσιον ἀρεοπαγίτην Χριστοφόρου πατρικίου τοῦ μιτυληναίου | |
Ἐγώ, Διονύσιε, τολμῶ καὶ λέγειν | |
ὡς οὐκ ἐπλάσθης ἐν γυναικὸς κοιλίᾳ, | |
ἀλλ᾽ ἀγγέλοις μάλιστα συντεταγμένος | |
ἄνωθεν ἦλθες ἐκ πόλου, φύσις ξένη, | |
βροτοὺς ἀπαγγέλουσα πάντα πρὸς μέρος | |
τὰ τῶν ἀΰλων ταγμάτων ὅπωσχει. | |
οὕτω γινώσκεις τὰς ἀΰλους οὐσίας· | |
οὕτω θεωρεῖς ἐνθέους θεωρίας· | |
οὕτω θεωρεῖς τὰς φύσεις τῶν ἀγγέλων· | |
οὕτω — τὸ μεῖζον — ἄγγελος σὺ τὴν φύσιν. |
Last modified: 2020-01-03.