Occurrence 18771
(formerly occ/2156)
+ ὡς ἄρα καπνὸς ἤ σκιὰ τὰ τοῦ βίου | |
καὶ τέφρα καὶ χοὺς καὶ κόνις πατουμένη : | |
ὁ πλοῦτος οὐδὲν ἢ βάρος κενὸν μόνον : | |
ἡ δόξα πομφόλυγξ τις ἐκφυσωμένη : | |
τῶν ἀξιωμάτων δὲ μικρά τις χάρις : | |
ἕν ἄρα πάντων κατακαυχᾶται χρόνου : | |
τῆς ἀρετῆς τὸ χρῆμα καὶ τὸ τοῦ λόγου : | |
εἰς τί δὲ ταῦτα καὶ τίνος χάριν λέγω. | |
τίμιος ἀνήρ. εὐκλεής. καλοῖς βρίθων | |
ὅσσα τὲ γράφει ψυχικὴν ἀγλαϊαν. | |
ὅσσα τὲ πλάττει σῶμα πρὸς εὐκοσμίαν | |
τῆς ἀρετῆς εἰς ὕψος ὄρθιον φθάσας. | |
λόγων τρόφιμος. εὖ ἔχων τῶν ἐν βίῳ. | |
ἀκροπολιτῶν ἐκ γένους κατηγμένος. | |
θεοῦ σοφίας ἁγνότατος λευΐτης | |
τέλος δὲ ποιμὴν ποιμνίου τῶν σκοπίων | |
κλῆσιν Μιχαήλ. οὐ μέχρι παντὸς βίου. | |
ἀλλά γε καὶ Μάξιμος ἐν μονοτρόποις. | |
δεινοῦ παρανάλωμα πίπτει θανάτου. | |
νόσω βαρυνθεὶς καὶ τεταριχευμένος. | |
καὶ τῶν τοσούτων ἀγαθῶν ἡ πλημμύρα. | |
ἔδυ κατὰ γῆς καὶ καλύπτεται τάφω. | |
τὴν ἀρετὴν ἀφεῖσα καὶ μόνην ἄνω | |
μνήμης ἐκεῖνον ἀξιοῦσαν παγκάλως. | |
ὅν καὶ μονὴ κρύψασα νῦν ἔνδον φέρει | |
ἐν τοῖς σκοπῶν καθιδρυμένη τόποις | |
Γεώργιον τιμῶσα μαρτύρων κλέος. | |
εἰ τοίνυν ἀνδριάντα χαλκεύειν ἔδει | |
σώζοντα τούτου πᾶσι τοῖς ὀψιγόνοις | |
μνήμην ἀνεξάλειπτον εἰς μακροὺς χρόνους, | |
οὐκ ἄν τις ἀπώκνησε πρὸς τὴν δαπάνην | |
ἐπεὶ δὲ σεμνὸν οὐ πάνυ τι καὶ μέγα | |
ἑλληνικῆς μέντοι σε τοῦτο μωρίας, | |
ἐν μεμβράναις γράψαντι ἐνθέου βίβλου, | |
μνήμη μακρᾶ κοσμοῦμεν οὕτω τὸν μέγαν | |
λόγους ἀναφέροντι ἱκετηρίους | |
ζώντων γραφῆναι τοῦτον ἄνω ταῖς βίβλοις. |
Last modified: 2021-02-02.