Type 3037
(formerly typ/1141)
Ὡς ἄρα καπνὸς ἢ σκιὰ τὰ τοῦ βίου | |
καὶ τέφρα, καὶ χούς, καὶ κόνις πατουμένη, | |
ὁ πλοῦτος οὐδὲν ἢ βάρος κενὸν μόνον | |
ἡ δόξα πομφόλυξ τις ἐκφυσωμένη | |
τῶν ἀξιωμάτων δὲ μικρά τις χάρις· | |
ἕν ἄρα πάντων κατακαυχᾶται χρόνου | |
τῆς ἀρετῆς τὸ χρῆμα καὶ τὸ τοῦ λόγου | |
εἰς τί δὲ ταῦτα καὶ τίνος χάριν λέγω; | |
τίμιος ἀνήρ, εὐκλεής, καλοῖς βρίθων, | |
ὅσα τὲ γράφει ψυχικὴν ἀγλαΐαν, | |
ὅσα τὲ πλάττει σῶμα πρὸς εὐκοσμίαν, | |
τῆς ἀρετῆς εἰς ὕψος ὄρθιον φθάσας | |
λόγων τρόφιμος, εὖ ἔχων τῶν ἐν βίῳ, | |
ἀκροπολιτῶν ἐκ γένους κατηγμένος | |
Θεοῦ σοφίας ἁγνότατος λευΐτης· | |
τέλος δὲ ποιμὴν ποιμνίου τῶν Σκοπίων | |
κλῆσιν Μιχαήλ, οὐ μέχρι παντὸς βίου, | |
ἀλλά γε καὶ Μάξιμος ἐν μονοτρόποις | |
δεινοῦ παρανάλωμα πίπτει θανάτου, | |
νόσῳ βαρυνθεὶς καὶ τεταριχευμένος | |
καὶ τῶν τοσούτων ἀγαθῶν ἡ πλημμύρα, | |
ἔδυ κατὰ γῆς καὶ καλύπτεται τάφῳ | |
τὴν ἀρετὴν ἀφεῖσα καὶ μόνην ἄνω | |
μνήμης ἐκεῖνον ἀξιοῦσαν παγκάλως, | |
ὅν καὶ μονὴ κρύψασα νῦν ἔνδον φέρει | |
ἐν τοῖς Σκοπιῶν καθιδρυμένη τόποις | |
Γεώργιον τιμῶσα μαρτύρων κλέος· | |
εἰ τοίνυν ἀνδριάντα χαλκεύειν ἔδει | |
σώζοντα τούτου πᾶσι τοῖς ὀψιγόνοις | |
μνήμην ἀνεξάλειπτον εἰς μακροὺς χρόνους, | |
οὐκ ἄν τις ἀπώκνησε πρὸς τὴν δαπάνην | |
ἐπεὶ δὲ σεμνὸν οὐ πάνυ τι καὶ μέγα | |
ἑλληνικῆς μέντοι σε τοῦτο μωρίας· | |
ἐν μεμβράναις γράψαντι ἐνθέου βίβλου | |
μνήμῃ μακρᾷ κοσμοῦμεν οὕτω τὸν μέγαν | |
λόγους ἀναφέροντι ἱκετηρίους | |
ζώντων γραφῆναι τοῦτον ἄνω ταῖς βίβλοις. |
Text source | DBBE |
Text status | Text completely known |
Editorial status | Not a critical text |
Genre(s) | |
Metre(s) | Dodecasyllable |
Subject(s) | |
Tag(s) | Death |
Critical Notes | 26 Σκοπιῶν ] σκοπῶν Fonkič-Poljakov |
Bibliography | |
Number of verses | 37 |
Occurrence(s) |
[18771] ὡς ἄρα καπνὸς ἤ σκιὰ τὰ τοῦ βίου
[1251-1300]
MOSCOW - Gosudarstvennyj Istoričeskij Musej (GIM) - Sinod. gr. 122 (Vlad. 66) [11th c.] (f. 3v) (37 verses) |
Acknowledgements |
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
Identification | Vassis ICB 2005, 895: "Epitaphium in Michaelem/Maximum Acropolitem ep. Scopiorum" |
Permalink | https://www.dbbe.ugent.be/types/3037 |
Last modified: 2019-11-21.