Occurrence 18612
(formerly occ/1980)
+ ἡ βίβλος ἥδε τῆς μονῆς ἀκαπνίου. | |
πόθω πόνω τε καὶ συνδρομῆ | συντόνω· | |
θύτου εὐτελ(οῦ)ς μαρκιανοῦ τὴν κλῆσιν. | |
οἰκεί|(ας) ἐξόδου τε σὺν σπουδῆ πάση. | |
πέρ(ας) ἔλαβε καὶ τέλος ἀπηρτίσθη. | | |
σὺνἀραμένου τῆς σπουδῆς καὶ μερικῆς ἐξόδου. | |
θύτου δανιὴλ | τιμιωτάτου πάνυ, | |
καὶ προσετέθη τῆ μονῆ μέγα τι χρῆμα | | |
ὠφέλειαν πλουτίζουσα τοῖς ἐπιοῦσι. | |
διὸ τοῖς ἐντυγχάνουσιν | ἀντιβολοῦμεν λίαν· | |
εὐχὴν ἡμῖν χαρίσασθαι εὐπρόσδεκτον | κ(υρί)ω. | |
ἴν’ εὕρημεν λύσιν τε τῶν ἐσφαλμένων. | |
καὶ τῆς μερίδ[ος] | τύχημεν τῶν σωζομένων πάντων. | |
ὁ δέ γε ταύτην συλῆσαι | βουληθεὶς καὶ τῆ μονῆ στερῆσαι. | |
βίβλω ζωῆς μηδέποτε γραφῆ | μὴδ’ ἐν τοῖς σωζομένοις. | |
ἀλλά γε σύνδικος φανῆ, τοῖς | στ(αυ)ρωταῖς κ(υρίο)υ.+ |
Last modified: 2023-01-05.