Occurrence 18524
(formerly occ/1879)
ὑψηπετάσας ἄνωθεν τὸν νοῦν καὶ τὴν καρδίαν, | |
καὶ νουνεχῶς τοῖς ὄμμασιν ἔνδοθεν περιβλέπ(ων), | |
ὅλος ἔνθους γενόμενος, ὅλος ἠλλοιωμένος, | |
σοφῶς π(άτ)ερ ἀνάγνωσον, προσέχων μή τι σφάλ(ης), | |
καὶ προσρίπτ(ης) τὸ κρίμα σου, σκεπάσας σήν αίσχύν(ην), | |
τῶ ἁναξίω μοναχῶ, ταπεινῶ ἰακώβω, | |
τῶ ποτὲ σκευοφύλακι μ<ά>νδρας ἀκρω<τηρίου>, | |
δι᾽ οὗ προθύμως γέγονα ἐξ ὄντος καὶ μὴ ὄντ(ος) | |
καί με προθύμως γράψαντι κἄν γε καὶ μ(ε)τ(ὰ) κόπου, | |
τῶ τῶν ὡρῶν ὑπάρχοντι δαμηνῶ νικολάω. | |
ἀλλ᾽ εὔχου μᾶλλον ἵλεων εὑρεῖν τὸν παντεπόπτ(ην), | |
ἐν ἡμέρα τῆς κρίσεως αὐτοὺς κατὰ τὸ πρέπον. | |
ἂν μὲν οἶδας διόρθωσον. εἰ δὲ μή γε σιῶπα. | |
ὁ μὲν γὰρ συναθροίσας γε φύλλα τετριπημένα, | |
ἄρ<ρ>αφά τε τριάδια, παλαιὰ, ἐσχισμένα, | |
ἔχοντα μὲν <τὰ> γράμμ(α)τ(α), ἀγράμμ(α)τ(α) δὲ μᾶλλον, | |
ἐν οἷς ἄσπρον ἐφαίνετο τὸ μέλαν μεσημέρι | |
καὶ μέγα τό φαινόμενον μικρὸν ἐθεωρεῖτο, | |
ὁ δ᾽ ἄλλος γράφων ἄγραφα, γράψας τὲ καὶ προθύμ(ως), | |
ὁ δ᾽ εἷς ἀναγινώσκ(ων) γε, ὁ δ᾽ ἄλλος περιξαίων, | |
μόλις ποτέ μ᾽ εἰσέφερον εἰς τάξιν καθὼς βλέπ(εις). | |
ἑβδόμ(ων) παρατρέχοντος ἔτους, ἑπτακοσίων, | |
καί χρόνων ὀγδοήκοντα τ(ῶν) ἑξακισχιλίων˙ | |
καρούλου δέ ῥηγεύοντος τοῦ πανευγενεστάτου, | |
δίς ἑπτὰ χρόνους φέροντος αὐτοῦ τ(ῆς) δεσποτ(είας): |
Last modified: 2021-12-02.