Occurrence 17968
(formerly occ/1263)
Τὸ μὲν βιβλίον, ἰω(άνν)ης γέγραφε· | |
μοναχὸς | ἀμόναχος ὃς τοῦ σφοδρόη· | |
ὁ δούς δε, τούτω | πρὸς γραφὴν τὸ βιβλίον, | |
κομνηνός | ἐστι προδρόμου κλῆσιν φέρων: | | |
μοναστογνωμόσχημος ἐν μονοτρόποις· | | |
ὠριγένους δὲ πυξίον τὸ πυξίον· | | |
κεκλημένον κάλλιστα τοῦ ὠριγένους· | | |
πρὸς τοῦ μεγάλου καὶ σοφοῦ βασιλείου· | | |
(καὶ) γρηγορίου δευτέρου θεολόγου· | | |
ἐκχιλιάδων ἓξ ὠριγένους βίβλων· | | |
τὴν σύστασιν σχὸν· εὐφυῶς ἠθροισμ(ένην)· | | |
κληθὲν καλῶς κάλλιστα καλοῖς, πατράσι· | | |
ὡς εἴ τι καλὸν εἴ τι τερπνὸν ἐμφέρον· | | |
ζήτημα· δῶρον ἐν γραφῆ θεογράφω· | | |
(καὶ) τῶν κακίστων πάμπαν ἀπηλλαγμένον | | |
τῶν, ὠριγένει συγγραφέντων ἀφρόν(ως)· | | |
ἐντυγχάνων γοῦν πασ (?) πονούντων ἐν λόγω· | | |
τῆ πραγματεία τῆ δε τῆ θαυμασία; | | |
τῆς ὠφελείας μισθὸν ἀντεισαγέτω· | | |
εὐχὰς ὑπὲρ τοῦ, τήν δε τεκτηναμένου. | | |
χειρῶν ἁπλώσει, χεῖρας ἐξηπλωκότος· | | |
τῶν ταχυδώρων, τὰς βραδυκακογράφ(ους) || | |
τῶν εὐκινήτων κονδύλ(ων) εἰς τὴν δόσιν·| | |
τοὺς δυσκινήτους κονδύλους εἰς τὸ γράφ(ειν) | | |
(καὶ) τοὺς ταπεινοὺς, πρὸς γραφὴν ἐπηρμέν(ην)· | | |
καὶ τοὺς παγούρους πρὸς λόγους εὐθυδρόμ(ους)· | | |
ὅσπερ παλαιᾶς τῆς γραφῆς τὰ βιβλία | | |
πάσης ἅπαντα γράψας εἰς ἓν βιβλίον. | | |
(καὶ) τῆς νέας εἰς ἄλλο πάντα πυξία· | | |
καὶ κανονικὸν ὑπερηκριβρωμένον. | | |
διδασκαλίας τῶν μεγίστων π(ατέ)ρων· | | |
εἰς ἄλλα τεύχη συντεταχὼς ἐμπόν(ως), | | |
τῆς χρυσοτεύκτου τὰς μελωδίας λύρ(ας). | | |
τῆς χρυσογλώττου καὶ χρυσορειθροστόμου· | | |
(καὶ) γρηγορίου τοῦ τορεύοντος λόγους, | | |
ἐν πανκάλοις κάλλιστα ταῖς θεωρίαις· | | |
τοῦ καισαρείας ἐμπρέποντος τῶ θρόνω· | | |
βροτοῖς βίβλον πρέπουσαν ἀρνησιβίοις. | | |
ἄλλας βίβλους ἐχούσας ἤθη τῶν ὅλων· | | |
νύσσης τὰ κομψὰ καὶ ξένα καὶ ποικίλα, | | |
κάλλη γέμοντα λεκτικῆς εὐμοιρίας· | | |
τοὺς συλλογισμοὺς κυρίλλου, τὰς ἐκφράσ(εις). | | |
τὰς εἰς προφήτας, τὰς βολὰς τῶν φθεγμ(ά)τ(ων) | | |
ἄλλα τὲ πολλὰ τοῦδε τοῦ μακαρίου· | | |
βλαστοῦ δαμασκοῦ πραγματείας πανσόφ(ους)· | | |
(καὶ) τοῦ πάγου δὲ τοῦ σοφῶν ἀρχηγέτου· | | |
τὰς ἀγγελικῶν ταγμάτων ἐποψίας | |
τὰς ἀναβάσεις κλίμακος τὰς ἐνθέους || | |
τὸ γλυκὺ νέκταρ, ἄρτον ἐξειργασμένον· | | |
(καὶ) πατερικὸν πατέρων διαφόρων· | | |
τὴν ἀκολουθίαν τε πᾶσαν τοῦ χρόνου· | | |
ἐν ᾗ καθιστόρησε πάντας ἁγίους· | | |
(καὶ) τὰς ἑορτὰς τοῦ θεαν(θρώπ)ου λόγου· | | |
τῆς παναγίας καὶ σ(ταυ)ροῦ τοῦ τιμίου· | | |
ἄλλην βίβλον πρέπουσαν ἀσκηταῖς μόνοις. | | |
ἐν ἧπερ εἰκόνισεν ἁγίους ὅλους· | | |
(καὶ) τὰς ἑορτὰς τοῦ ξένου μυστηρίου· | | |
καὶ τῆς πανάγνου, σ(ταυ)ροῦ τε τοῦ τιμίου· | | |
(καὶ) πνευματικὰς, ἄλλας εὐχρήστους βίβλ(ους)· | | |
ἄπληστος ἀκόρεστος ὢν ἐν τοῖς λόγοις, | | |
γραφὴν ἀφῆκεν οὐδὲ ταύτην ἄγραφον· | | |
πλοῦτον τριπλοῦν ἄσυλον εὖγε συνάγ(ων), | | |
ὡς ἀντιλάβοι τὸν τριπλοῦν πλοῦτον πάλιν | | |
τὴν ἀντίληψιν τ(ῆς) ἁγί(ας) τριάδος + |
Type(s) | [2477] Τὸ μὲν βιβλίον Ἰωάννης γέγραφε (44 verses) |
Text source | DBBE (Inspection of a reproduction of the manuscript) |
Text status | Text completely known |
Date | 1376-1400 |
Manuscript | VATICAN CITY - Biblioteca Apostolica Vaticana - Vat. gr. 429 [1376-1400] |
Place in Manuscript | f. 69v-70v |
Person(s) | |
Palaeographical information | The first three lines are written on f. 69r as well. 40 ξένα καὶ ποικίλα e ποικίλα καὶ ξένα |
Contextual information | The epigram precedes Origenes' Philocalia. |
Metre(s) | Dodecasyllable |
Genre(s) | Scribe-related epigram |
Subject(s) | Music |
Bibliography | |
Number of verses | 64 |
Related occurrence(s) |
|
Acknowledgements |
Creator(s)
Transcriber(s)
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
Permalink | https://www.dbbe.ugent.be/occurrences/17968 |
Last modified: 2024-09-19.