Type 2477
(formerly typ/551)
Τὸ μὲν βιβλίον Ἰωάννης γέγραφε, | |
μοναχὸς ἀμόναχος ὃς τοῦ Σφοδρόη. | |
ὁ δοὺς δὲ τούτῳ πρὸς γραφὴν τὸ βιβλίον | |
Κομνηνός ἐστι Προδρόμου κλῆσιν φέρων | |
μοναστογνωμόσχημος ἐν μονοτρόποις | |
(...) | |
ὅσπερ παλαιᾶς τῆς γραφῆς τὰ βιβλία. | |
πάσης ἅπαντα γράψας εἰς ἓν βιβλίον. | |
καὶ τῆς νέας εἰς ἄλλο πάντα πυξία | |
καὶ κανονικὸν ὑπερηκριβρωμένον | |
διδασκαλίας τῶν μεγίστων πατέρων | |
εἰς ἄλλα τεύχη συντεταχὼς ἐμπόνως | |
τῆς χρυσοτεύκτου τὰς μελωδίας λύρας | |
τῆς χρυσογλώττου καὶ χρυσορειθροστόμου | |
καὶ Γρηγορίου τοῦ τορεύοντος λόγους | |
ἐν πανκάλοις κάλλιστα ταῖς θεωρίαις | |
τοῦ Καισαρείας ἐμπρέποντος τῷ θρόνῳ | |
βροτοῖς βίβλον πρέπουσαν ἀρνησιβίοις | |
ἄλλας βίβλους ἐχούσας ἤθη τῶν ὅλων | |
Νύσσης τὰ κομψὰ καὶ ξένα καὶ ποικίλα | |
κάλλη γέμοντα λεκτικῆς εὐμοιρίας | |
τοὺς συλλογισμοὺς Κυρίλλου, τὰς ἐκφράσεις | |
τὰς εἰς προφήτας, τὰς βολὰς τῶν φθεγμάτων | |
ἄλλα τὲ πολλὰ τοῦδε τοῦ μακαρίου | |
βλαστοῦ Δαμασκοῦ πραγματείας πανσόφους | |
καὶ τοῦ πάγου δὲ τοῦ σοφῶν ἀρχηγέτου | |
τὰς ἀγγελικῶν ταγμάτων ἐποψίας | |
τὰς ἀναβάσεις Κλίμακος τὰς ἐνθέους | |
τὸ γλυκὺ νέκταρ, ἄρτον ἐξειργασμένον | |
καὶ πατερικὸν πατέρων διαφόρων | |
τὴν ἀκολουθίαν τε πᾶσαν τοῦ χρόνου | |
ἐν ᾗ καθιστόρησε πάντας ἁγίους | |
καὶ τὰς ἑορτὰς τοῦ θεανθρώπου λόγου | |
τῆς παναγίας καὶ σταυροῦ τοῦ τιμίου | |
ἄλλην βίβλον πρέπουσαν ἀσκηταῖς μόνοις | |
ἐν ᾖπερ εἰκόνισεν ἁγίους ὅλους | |
καὶ τὰς ἑορτὰς τοῦ ξένου μυστηρίου | |
καὶ τῆς πανάγνου σταυροῦ τε τοῦ τιμίου | |
καὶ πνευματικὰς ἄλλας εὐχρήστους βίβλους | |
ἄπληστος, ἀκόρεστος ὢν ἐν τοῖς λόγοις | |
γραφὴν ἀφῆκεν οὐδὲ ταύτην ἄγραφον | |
πλοῦτον τριπλοῦν ἄσυλον εὖγε συνάγων | |
ὡς ἀντιλάβοι τὸν τριπλοῦν πλοῦτον πάλιν | |
τὴν ἀντίληψιν τῆς ἁγίας Τριάδος |
Text status | Text partially unknown |
Editorial status | Not a critical text |
Genre(s) | Scribe-related epigram |
Metre(s) | Dodecasyllable |
Subject(s) | Music |
Tag(s) | Spiritual value of the book |
Bibliography |
Bibliography category to be determined R. Devreesse, 1937, Codices Vaticani Graeci. Codices 330-603 (vol. 2), Vatican City: 150 |
Number of verses | 44 |
Occurrence(s) |
[17968] Τὸ μὲν βιβλίον, ἰω(άνν)ης γέγραφε
[1376-1400]
VATICAN CITY - Biblioteca Apostolica Vaticana - Vat. gr. 429 [1376-1400] (f. 69v-70v) (64 verses) |
Acknowledgements |
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
Identification | |
Permalink | https://www.dbbe.ugent.be/types/2477 |
Last modified: 2024-09-19.